previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[102] Μινδίῳ δὲ Μαρκέλλῳ, τῶν ἑταίρων τινὶ τῶν Καίσαρος, φίλος ἐν τῇ προτέρᾳ γεγονὼς αὐτομολίᾳ, τοῖς μὲν ἀμφ᾽ αὑτὸν ἔφη τὸν Μίνδιον βουλεύειν αὐτομολίαν καὶ προδοσίαν, τοῖς δὲ πολεμίοις προσπελάσας ἠξίου Μίνδιον αὑτῷ συνελθεῖν ἔς τινα νησῖδα ἐπὶ λόγοις συνοίσουσι. καὶ συνελθόντι ἔλεγεν, οὐδενὸς ἀκούοντος ἑτέρου, φυγεῖν μὲν ἐς Πομπήιον ὑβριζόμενος ὑπὸ τοῦ τότε ναυάρχου Καλουισίου, τὴν δὲ ναυαρχίαν Ἀγρίππου μεταλαβόντος ἐπανελεύσεσθαι πρὸς Καίσαρα οὐδὲν ἀδικοῦντα, εἰ πίστιν αὑτῷ κομίσειεν Μίνδιος παρὰ Μεσσάλα τοῦ τὴν ἀποδημίαν Ἀγρίππᾳ διοικοῦντος. ἔφη δ᾽ ἐπανελθὼν μὲν ἰάσεσθαι λαμπροῖς τὸ ἁμάρτημα ἔργοις, μέχρι δὲ τῶν πίστεων λυμανεῖσθαί τινα τῶν Καίσαρος ὁμοίως ἐς τὸ ἀνύποπτον. καὶ μὲν αὖθις ἐλυμαίνετο, Μεσσάλας δ᾽ ἐνεδοίασε μὲν ὡς ἐπὶ αἰσχρῷ, ἐνέδωκε δ᾽ ὅμως, εἴτε πολέμου ταῦτ᾽ εἶναι νομίζων ἀνάγκας εἴτε καὶ τῆς Καίσαρος γνώμης τι προμαθὼν τεκμηράμενος. καὶ Μηνόδωρος μὲν αὖθις ηὐτομόλει καὶ τὸν Καίσαρα ἐλθόντα προσπίπτων ἠξίου συγγνῶναν μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς: δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνως κε διὰ τὰς σπονδὰς καὶ ἀφανῶς ἐφυλάσσετο, τοῦς δὲ τριηράρχους αὐτοῦ μεθίει χωροῦντας ὅποι θέλοιεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: