previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[106] Ἀγρίππας δ᾽ ἔτι νυκτὸς ἐξ Ἱερᾶς ἀνήγετο ταῖς ἡμίσεσι τῶν νεῶν ὡς Παπίᾳ μόνῳ ναυμαχήσων. ἐπεὶ δὲ καὶ τὰς Ἀπολλοφάνους εἶδε καὶ τὰς ἑβδομήκοντα ἑτέρωθι, Καίσαρι μὲν αὐτίκα ἐδήλου Πομπήιον ἐπὶ τῶν Μυλῶν εἶναι σὺν τῷ πλέονι ναυτικῷ, τὰς δὲ βαρείας αὐτὸς ἦγε κατὰ μέσον καὶ τὸν ἄλλον στόλον ἐξ Ἱερᾶς ἐκάλει κατὰ σπουδήν: ἐσκεύαστο δ᾽ ἀμφοτέροις πάντα λαμπρῶς, καὶ πύργους ἐπὶ τῶν νεῶν εἶχον κατά τε πρῷραν καὶ κατὰ πρύμναν. ὡς δὲ αὐτοῖς αἵ τε παρακελεύσεις, οἵας εἰκὸς ἦν, ἐγεγένηντο καὶ τὰ σημεῖα κατὰ ναῦν ἦρτο, ἐξώρμων ἐπ᾽ ἀλλήλους, οἱ μὲν κατὰ μέτωπον, οἱ δ᾽ ἐς περικύκλωσιν, σύν τε βοῇ καὶ ῥοθίῳ νεῶν καὶ καταπλήξει ποικίλῃ. ἦν δὲ καὶ τὰ σκάφη Πομπηίῳ μὲν βραχύτερα καὶ κοῦφα καὶ ὀξέα ἐς τὰς ἐφορμήσεις τε καὶ περίπλους, καίσαρι δὲ μείζω καὶ βαρύτερα καὶ παρ᾽ αὐτὸ καὶ βραδύτερα, βιαιότερα δὲ ὅμως ἐμπεσεῖν καὶ τρωθῆναι δυσπαθέστερα. τῶν τε ἀνδρῶν οἱ μὲν ναυτικώτεροι τῶν Καίσαρος ἦσαν, οἱ δὲ σθεναρώτεροι: καὶ κατὰ λόγον οἱ μὲν οὐκ ἐμβολαῖς, ἀλλὰ μόναις περιόδοις ἐπλεονέκτουν, καὶ ταρσοὺς τῶν μειζόνων πηδάλια ἀνέκλων κώπας ἀνέκοπτον ἀπεχώριζον ὅλως τὰ σκάφη καὶ ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα: οἱ δὲ τοῦ Καίσαρος αὐτὰς ἐμβολαῖς ὡς βραχυτέρας ἀνέκοπτον κατέσειον διερρήγνυον καί, ὅτε συμπλακεῖεν, ἔβαλλόν τε ὡς ταπεινοτέρας ἀφ᾽ ὑψηλοῦ καὶ κόρακας χεῖρας σιδηρᾶς εὐκολώτερον ἐπερρίπτουν. οἱ δὲ ὅτε βιασθεῖεν, ἐξήλλοντο ἐς τὸ πέλαγος. καὶ τούσδε μὲν τὰ ὑπηρετικὰ τοῦ Πομπηίου περιπλέοντα ἀνελάμβανεν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: