previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[114] τετάρτῃ δ᾽ ἡμέρᾳ μόλις ἐπὶ τὴν ἄνυδρον γῆν ἀφίκοντο, ἣν ῥύακα πυρὸς λέγουσι, ποτὲ μέχρι θαλάσσης κατιοῦσαν, ἐπικλύσαι καὶ σβέσαι τὰ ἐν αὐτῇ νάματα. καὶ αὐτὴν οἱ μὲν ἐπιχώριοι μόνης ὁδεύουσι νυκτός, πνιγώδη τε οὖσαν ἀπ᾽ ἐκείνου καὶ κονιορτοῦ σποδώδους γέμουσαν, οἱ δ᾽ ἀμφὶ τὸν Κορνιφίκιον οὔτε νυκτὸς ἐθάρρουν, ἐν ἀσελήνῳ μάλιστα, ἰέναι διὰ ἀπειρίαν ὁδῶν καὶ ἐνέδρας, οὔτε ἡμέρας ὑπέμενον, ἀλλ᾽ ἀπεπνίγοντο καὶ τὰς βάσεις ὡς ἐν θέρει καὶ καύματι ὑπεκαίοντο, μάλιστα οἱ γυμνοί. βραδύνειν τε οὐ δυνάμενοι διὰ τὴν δίψαν ἐνοχλοῦσαν, οὐδένα ἔτι τῶν βαλλόντων αὐτοὺς ἐπεξῄεσαν, ἀλλ᾽ ἐτιτρώσκοντο ἀφυλάκτως. ἐπεὶ δὲ καὶ τὰς ἐξόδους τῆς διακεκαυμένης ἕτεροι κατεῖχον πολέμιοι, ἀμελήσαντες τῶν ἀσθενεστέρων τε καὶ γυμνῶν ἀνεπήδων ἐς τοὺς αὐχένας οἱ δυνάμενοι τόλμῃ παραβόλῳ καὶ ἐβιάζοντο τοὺς πολεμίους, ἐς ὅσον εἶχον δυνάμεως. κατεχομένων δὲ καὶ τῶν ἑξῆς αὐχένων ἀπεγίνωσκον αὑτῶν ἤδη καὶ μεθεῖντο ὑπὸ δίψης καὶ θέρους καὶ κόπου. προτρέποντος δὲ αὐτοὺς τοῦ Κορνιφικίου καὶ πηγὴν πλησίον οὖσαν ἐπιδεικνύοντος, οἱ μὲν αὖθις ἐβιάζοντο, πολλοὺς ἀπὸ σφῶν ἀπολλύντες, ἕτεροι δὲ τὴν πηγὴν κατεῖχον πολέμιοι, καὶ παντελὴς ἤδη τοὺς τοῦ Κορνιφικίου κατεῖχον ἀθυμία, καὶ παρίεντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), AETNA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: