Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115] ὧδε δὲ αὐτοῖς ἔχουσι Λαρώνιος ἐπιφαίνεται μακρόθεν, ὑπὸ Ἀγρίππου σὺν τρισὶ τέλεσι πεμφθείς, οὔπω μὲν ἔνδηλος ὤν, ὅτι φίλος εἴη: ὑπὸ δὲ ἐλπίδος ἀεὶ τοιοῦτον ἔσεσθαι προσδοκῶντες ἀνέφερον αὖθις αὑτῶν. ὡς δὲ καὶ τοὺς πολεμίους εἶδον τὸ ὕδωρ ἀπολιπόντας, ἵνα μὴ γένοιντο ἐχθρῶν ἐν μέσῳ, ἀνέκραγον μὲν ὑπὸ ἡδονῆς, ὅσον ἔσθενον, ἀντιβοήσαντος δ᾽ αὐτοῖς τοῦ Λαρωνίου δρόμῳ τὴν πηγὴν κατέλαβον. καὶ ὑπὸ μὲν τῶν ἡγεμόνων ἐκωλύοντο πίνειν ἀθρόως: ὅσοι δὲ ἠμέλησαν, ἔπινον ὁμοῦ καὶ ἀπέθνῃσκον. οὕτω μὲν ἐξ ἀέλπτου Κορνιφίκιος καὶ τοῦ στρατοῦ τὸ φθάσαν μέρος περιεσώθη πρὸς Ἀγρίππαν ἐς Μύλας:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.