previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[116] ἄρτι δὲ Ἀγρίππας Τυνδαρίδα εἰλήφει, τροφῶν μεστὸν χωρίον καὶ εὐφυῶς ἐς πόλεμον ἐκ τῆς θαλάσσης ἔχον, καὶ Καῖσαρ ἐς αὐτὸ τὰ πεζὰ καὶ τοὺς ἱππέας διεβίβαζεν. ἐγένοντό τε αὐτῷ πάντες ἐν Σικελίᾳ ὁπλιτῶν μὲν ἐς εἴκοσι καὶ ἓν τέλος. ἱππέες δὲ δισμύριοι καὶ κοῦφοι πλείους τῶν πεντακισχιλίων. Μύλας δ᾽ ἔτι καὶ τὰ ἐκ Μυλῶν ἐπί τε Ναυλόχους καὶ Πελωριάδα καὶ τὰ παράλια πάντα φρουραὶ Πομπηίου κατεῖχον, αἳ φόβῳ μάλιστα Ἀγρίππου πῦρ διηνεκὲς ἔκαιον ὡς ἐμπρήσοντες τοὺς ἐπιπλέοντας. ἐκράτει δὲ καὶ τῶν στενῶν ἑκατέρων Πομπήιος. ἀμφὶ δὲ τὸ Ταυρομένιον καὶ περὶ Μύλας τὰς περιόδους τῶν ὀρῶν ἀπετείχιζε καὶ τὸν Καίσαρα ἐκ Τυνδαρίδος ἐς τὸ πρόσθεν ἰόντα ἠνώχλει, μὴ συμπλεκόμενον. Ἀγρίππου δὲ νομισθέντος ἐπελεῖν ἐς Πελωριάδα μετεπήδησεν, ἐκλιπὼν τὰ στενὰ περὶ Μύλας: καὶ Καῖσαρ αὐτῶν τε κατέσχε καὶ Μυλῶν καὶ Ἀρτεμισίου, πολίχνης βραχυτάτης, ἐν φασι τὰς Ἡλίου βοῦς γενέσθαι καὶ τὸν ὕπνον Ὀδυσσεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), MYLAE
    • Dictionary of Greek and Roman Geography (1854), NAU´LOCHUS
    • Dictionary of Greek and Roman Geography (1854), PELO´RUS
    • Dictionary of Greek and Roman Geography (1854), TY´NDARIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: