previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[120] ὅτε μὲν οὖν προσπελάσειαν αἱ νῆες, ἐμάχοντο παντοίως καὶ ἐς ἀλλήλους μεθήλλοντο. καὶ διαγνῶναι τὸν πολέμιον οὐκ ἦν ἔτι ὁμοίως εὔπορον: ὅπλοις τε γὰρ ὡς τὰ πολλὰ τοῖς αὐτοῖς ἐχρῶντο καὶ φωνῇ σχεδὸν ἅπαντες Ἰταλῇ, τά τε συνθήματα μιγνυμένων ἐς ἀμφοτέρους ἐξενήνεκτο, καὶ ἐκ τοῦδε μάλιστα ἐνέδραι πολλαὶ καὶ ποικίλαι παρὰ ἀμφοῖν, καὶ ἀπιστία πρὸς τοὺς λέγοντας αὐτὰ ἐπεγίγνετο, ἀγνωσία τε πάντας ἀλλήλων ἐπεῖχεν ὡς ἐν πολέμῳ καὶ θαλάσσῃ γεμούσῃ φόνων τε καὶ ὅπλων καὶ ναυαγίων. οὐ γάρ τινα πεῖραν ἔλιπον, ὅτι μὴ μόνον τὸ πῦρ: τούτου δὲ μετὰ τοὺς πρώτους ἐπίπλους ἐφείσαντο διὰ τὰς συμπλοκάς. δὲ πεζὸς ἑκατέρων στρατὸς ἀπὸ τῆς γῆς μετὰ φόβου καὶ σπουδῆς ἐς τὴν θάλασσαν ἀφεώρων, ὡς ἐν τῇδε καὶ αὐτοὶ περὶ τῆς σφῶν σωτηρίας τὴν ἐλπίδα ἔχοντες. διέκρινόν γε μὴν οὐδέν, οὐδ᾽ ἐδύναντο, καὶ μάλιστα περισκοποῦντες, οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων καὶ τῆς οἰμωγῆς ἐναλλασσομένης ἀνὰ μέρος ἑκατέρωθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: