previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[124] δὲ στρατὸς ἤχθετο, εἰ πολεμήσουσιν αὖθις ἐμφύλιον πόλεμον ἕτερον καὶ οὔ ποτε σφᾶς ἐπιλείψουσιν αἱ στάσεις. οὐ μὴν ἐν ὁμοίῳ Καίσαρα καὶ Λέπιδον ἐτίθεντο, οὐδὲ οἱ τῷ Λεπίδῳ στρατευόμενοι, ἀλλὰ καὶ τῆς ἀρετῆς τὸν Καίσαρα ἐθαύμαζον καὶ τὴν ἀργίαν συνῄδεσαν Λεπίδῳ, καὶ τῆς ἁρπαγῆς αὐτὸν ἐπεμέμφοντο αὐτῆς, ἐς τὸ ἴσον τοῖς ἡσσημένοις καταστάντες. ὧν Καῖσαρ πυνθανόμενος περιέπεμπε τοὺς τὰ συμφέροντα παραινέσοντας κρύφα ἑκάστοις. ὡς δὲ αὐτῷ διεφθάρατο πολλοί, καὶ μάλιστα οἱ γενόμενοι τοῦ Πομπηίου διὰ δέος τοῦ μήπω τὰς σπονδὰς βεβαίους σφίσιν, εἰ μὴ συνθοῖτο Καῖσαρ, εἶναι, ἀγνοοῦντος ἔτι ταῦτα τοῦ Λεπίδου δι᾽ ἀπραξίαν Καῖσαρ ἐπῆλθεν ἐπὶ τὸ στρατόπεδον αὐτοῦ σὺν ἱππεῦσι πολλοῖς, οὓς πρὸ τοῦ χάρακος καταλιπὼν ἐσῄει μετ᾽ ὀλίγων, καὶ παριὼν ἐπεμαρτύρετο ἑκάστοις ἄκων ἐς πόλεμον καθίστασθαι. ἀσπαζομένων δὲ αὐτὸν ὡς αὐτοκράτορα τῶν ὁρώντων, οἱ Πομπηιανοὶ πρῶτοι συνέθεον, ὅσοι διεφθάρατο, καὶ συγγνῶναι σφίσι παρεκάλουν. δ᾽ ἔλεγε θαυμάζειν, εἰ συγγνώμην αἰτοῦντες οὐ πράσσουσιν οὔπω τὰ σφίσιν αὐτοῖς συνοίσοντα. οἱ δὲ συνέντες αὐτίκα ἥρπαζον τὰ σημεῖα καὶ ἐς τὸν Καίσαρα μετέφερον, καὶ σκηνὰς ἔλυον ἕτεροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: