This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126] οἱ δὲ ἱππέες τελευταῖοι χωροῦντες ἔπεμψάν τινα πευσόμενοι τοῦ Καίσαρος, εἰ κτείνωσι Λέπιδον, οὐκέτι ὄντα αὐτοκράτορα: ὁ δὲ ἀπεῖπεν. οὕτω Λέπιδος, ἀδοκήτῳ πάντων ἀπιστίᾳ συμπεσών, ἔρημος ἐκ τύχης τοσῆσδε καὶ στρατοῦ τοσοῦδε ἐγίγνετο ἐν βραχεῖ. καὶ τὸ σχῆμα ἀλλάξας ἔθει πρὸς τὸν Καίσαρα δρόμῳ, συντρεχόντων ὡς ἐπὶ θέᾳ τῶν ὁρώντων. ὁ δὲ Καῖσαρ ὑπανέστη τε αὐτῷ προσθέοντι καὶ προσπεσεῖν ἐθέλοντα κωλύσας ἔπεμψεν ἐς Ῥώμην, ἐφ᾽ οὗπερ ἦν σχήματος, ἰδιώτην ἀπ᾽ αὐτοκράτορος, οὐδὲν ἔτι πλὴν ἱερέα ἧς εἶχεν ἱερωσύνης. ὁ μὲν δὴ καὶ αὐτοκράτωρ πολλάκις καὶ τῶν τριῶν ἀνδρῶν γενόμενος ἄρχοντάς τε ἀποφήνας καὶ προγράψας ἐπὶ θανάτῳ τοσούσδε ὁμοτίμους, ἰδιωτεύων καὶ ἐνίοις τῶν προγραφέντων ἄρχουσιν ὕστερον παριστάμενος διεβίωσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.