Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[135] λοιπὸς δ᾽ ἐς τὴν περιπόθητον αὐτῷ μοναρχίαν σὺ νῦν ὑπολείπῃ: ἤδη γάρ σοι καὶ ἐν χερσὶν ἦν, εἰ μὴ Πομπήιος ἔτι ἦν ἐν μέσῳ. καὶ τάδε εἰκὸς μὲν καὶ σὲ προορᾶν ἐπὶ σεαυτοῦ, προφέρει δέ σοι καὶ Πομπήιος ὑπὸ εὐνοίας, αἱρούμενος ἄνδρα ἄκακον καὶ μεγαλόφρονα ἀντὶ ὑπούλου τε καὶ δολεροῦ καὶ φιλοτέχνου. οὐδὲ ἐπιμέμφεταί σοι τῆς δόσεως τῶν νεῶν, ἃς ἐπ᾽ αὐτὸν Καίσαρι ἔδωκας ὑπ᾽ ἀνάγκης, ἀντιλαβεῖν στρατὸν ἐς Παρθυαίους δεόμενος, ἀλλ᾽ ὑπομιμνήσκει, τὸν οὐ πεμφθέντα στρατὸν προφέρων. συνελόντι δὲ εἰπεῖν, Πομπήιος ἑαυτὸν ἐπιτρέπει σοι μετὰ τῶν νεῶν, ἃς ἔτι ἔχει, καὶ τοῦ στρατοῦ, πιστοτάτου γε ὄντος αὐτῷ καὶ οὐδ᾽ ἐν τῇ φυγῇ καταλιπόντος, εἰρηνεύοντι μὲν μέγα κλέος, εἰ τὸν Μάγνου παῖδα περισῴζοις, πολεμοῦντι δὲ μοῖραν ἱκανὴν ἐς τὸν ἐσόμενον πόλεμον, ὅσον οὔπω παρόντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.