previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[140] δ᾽ ἔρημος ὢν ἤδη φίλων ἐς τὰ μεσόγαια τῆς Βιθυνίας ἀνεχώρει, λεγόμενος ἐς Ἀρμενίους ἐπείγεσθαι. καὶ αὐτόν, νυκτὸς ἀναζεύξαντα ἀφανῶς, ἐδίωκεν τε Φούρνιος καὶ Τίτιος, καὶ ἐπ᾽ ἐκείνοις Ἀμύντας. συντόνῳ δὲ δρόμῳ περὶ ἑσπέραν καταλαβόντες ἐστρατοπέδευσαν ἕκαστος ἐφ᾽ ἑαυτοῦ περὶ λόφῳ τινί, ἄνευ τάφρου καὶ χάρακος, ὡς ἐν ἑσπέρᾳ καὶ κόπῳ. ὧδε δὲ αὐτοῖς ἔχουσιν Πομπήιος νυκτὸς ἐπέθετο πελτασταῖς τρισχιλίοις καὶ πολλοὺς ἔκτεινεν εὐναζομένους ἔτι καὶ ἀναπηδῶντας: οἱ δὲ καὶ γυμνοὶ πάμπαν αἰσχρῶς ἔφευγον. καὶ δοκεῖ τότε Πομπήιος ἅπαντι τῷ στρατῷ νυκτὸς ἐπελθὼν τῆς γε τροπῆς γενομένης ἐπαγαγὼν τάχ᾽ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι. νῦν δ᾽ μὲν καὶ ταῦτα θεοῦ βλάπτοντος ὑπερεῖδε καὶ οὐδὲν ἐπ᾽ ἔργῳ τοιῷδε πλέον αὖθις ἐς τὸ μεσόγαιον ἐχώρει: οἱ δ᾽ ἁλισθέντες εἵποντο καὶ σιτολογοῦντα ἠνώχλουν, ἕως κινδυνεύων ὑπὸ τῆς ἀπορίας ἠξίωσεν ἐς λόγους ἐλθεῖν Φουρνίῳ, φίλῳ τε Μάγνου γεγενομένῳ καὶ ἀξιώσει προύχοντι τῶν ἄλλων καὶ βεβαιοτέρῳ τὸν τρόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: