previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[142] δὲ Πομπήιος Τιτίῳ μὲν ἀχαριστίας ὠργίζετο, τὸν πόλεμον τόνδε ὑποδεξαμέμῳ πολεμήσειν πρὸς αὐτόν: ἁλόντα γὰρ αὐτὸν αἰχμάλωτον περισεσώκει. ἐπὶ δὲ τῇ ὀργῇ καὶ ἠδόξει, Πομπήιος ὤν, ἐπὶ Τιτίῳ γενέσθαι, οὐκ ἐπιφανεῖ πάνυ ἀνδρί, καὶ ὑπώπτευεν αὐτὸν ὡς οὐ βέβαιον ἔς τε τὸν τρόπον ὑπονοῶν καί τινα συγγινώσκων ἐς αὐτὸν ὕβριν παλαιὰν πρὸ τῆς εὐεργεσίας. Φουρνίῳ δ᾽ αὖθις ἑαυτὸν ἐπέτρεπε καὶ δέξασθαι παρεκάλει. ὡς δ᾽ οὐκ ἔπειθεν, δὲ καὶ Ἀμύντᾳ ἔλεγεν ἑαυτὸν ἐπιτρέψειν. τοῦ Φουρνίου δὲ φήσαντος οὐδ᾽ Ἀμύνταν ἂν δέξασθαι τόδε ὕβριν ἔχον ἐς τὸν ἐξ Ἀντωνίου τὸ πᾶν ἐπιτετραμμένον, διελύθησαν. καὶ τοῖς μὲν ἀμφὶ τὸν Φούρνιον δόξα ἦν, ὅτι Πομπήιος ἐξ ἀπορίας τῶν παρόντων ἑαυτὸν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐκδώσει τῷ Τιτίῳ: δὲ νυκτὸς τὰ συνήθη πυρὰ καίεσθαι καταλιπὼν καὶ τοὺς σαλπιγκτὰς σημαίνειν τὰ διαστήματα τῆς νυκτός, ὥσπερ ἦν ἔθος, ἔλαθε μετὰ τῶν εὐζώνων ὑπεξελθὼν τοῦ στρατοπέδου, οἷς οὐδὲ αὐτοῖς προεῖπεν, οἷ χωρήσειν ἔμελλεν. ἐπενόει δ᾽ ἐπὶ θάλασσαν ἐλθὼν ἐμπρῆσαι τὸ τοῦ Τιτίου ναυτικόν. καὶ τάχα ἂν ἔδρασεν, εἰ μὴ Σκαῦρος αὐτομολήσας ἀπ᾽ αὐτοῦ τὴν μὲν ἔξοδον ἐμήνυσε καὶ τὴν ὁδόν, ἣν ἐφέρετο, τὴν δ᾽ ἐτίνοιαν οὐκ ᾔδει. τότε δὴ χιλίοις καὶ πεντακοσίοις ἱππεῦσιν Ἀμύντας ἐδίωκε τὸν Πομπήιον ἱππέας οὐκ ἔχοντα. καὶ ἐς τὸν Ἀμύνταν οἱ τοῦ Πομπηίου πλησιάσαντα μετεχώρουν, οἱ μὲν ἀποδιδράσκοντες, οἱ δὲ καὶ φανερῶς. μονούμενος οὖν Πομπήιος καὶ δεδιὼς ἤδη τὰ οἰκεῖα, ἑαυτὸν ἄνευ σπονδῶν ἐνεχείρισεν Ἀμύντᾳ, Τιτίῳ μετὰ σπονδῶν ἀδοξήσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: