previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[143] οὕτω μὲν ἑάλω Πομπήιος Σέξστος, λοιπὸς ἔτι παῖς Πομπηίου Μάγνου, νεώτερος μὲν ὑπὸ τοῦ πατρὸς ἀπολειφθεὶς καὶ ὑπὸ τοῦ ἀδελφοῦ μειράκιον ἤδη, λαθὼν δ᾽ ἐπ᾽ ἐκείνοις ἐς πολὺ καὶ κρύφα λῃστεύων ἐν Ἰβηρίᾳ, μέχρι, πολλῶν συνδραμόντων ἐς αὐτὸν ἐπιγνωσθέντα εἶναι Πομπηίου παῖδα, ἐλῄστευέ τε φανερώτερον, καὶ μετὰ Γάιον Καίσαρα ἐπολέμησεν ἐγκρατῶς καὶ στρατὸν ἤγειρε πολὺν καὶ ναῦς καὶ χρήματα, καὶ νήσους εἷλε, καὶ θαλασσοκράτωρ τῆς ἀμφὶ τὰς δύσεις θαλάσσης ἐγένετο, καὶ τὴν Ἰταλίαν περιήνεγκεν ἐς λιμὸν καὶ τοὺς ἐχθροὺς ἐς συμβάσεις, ἃς ἤθελε. τὸ δὲ μέγιστον, ἐπίκουρος ἐν ταῖς προγραφαῖς τῇ πόλει πανώλεθρα πασχούσῃ γενόμενος περιέσωσεν ἄνδρας ἀρίστους τε καὶ πολλούς, οἳ τότε δι᾽ αὐτὸν ἦσαν ἐν τῇ πατρίδι. ὑπὸ δὲ θεοβλαβείας αὐτὸς οὔ ποτε ἐπεχείρησε τοῖς πολεμίοις, πολλὰ τῆς τύχης εὔκαιρα παρεχούσης, ἀλλ᾽ ἠμύνετο μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: