previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13] δὲ Καῖσαρ ταῖς πόλεσιν ἐξελογεῖτο τὴν ἀνάγκην, καὶ ἐδόκουν οὐδ᾽ ὣς ἀρκέσειν. οὐδ᾽ ἤρκουν, ἀλλὰ στρατὸς καὶ τοῖς γείτοσιν ἐπέβαινε σὺν ὕβρει, πλέονά τε τῶν διδομένων σφίσι περισπώμενοι καὶ τὸ ἄμεινον ἐκλεγόμενοι. οὐδὲ ἐπιπλήσσοντος αὐτοῖς καὶ δωρουμένου πολλὰ ἄλλα τοῦ Καίσαρος ἐπαύοντο, ἐπεὶ καὶ τῶν ἀρχόντων, ὡς δεομένων σφῶν ἐς τὸ ἐγκρατὲς τῆς ἀρχῆς, κατεφρόνουν. καὶ γὰρ αὐτοῖς πενταετία παρώδευε, καὶ τὸ ἀσφαλὲς χρεία συνῆγεν ἀμφοτέροις παρ᾽ ἀλλήλων, τοῖς μὲν ἡγεμόσιν ἐς τὴν ἀρχὴν παρὰ τοῦ στρατοῦ, τῷ στρατῷ δὲ ἐς τὴν ἐπικράτησιν ὧν ἔλαβον, τῶν δεδωκότων ἀρχὴ παραμένουσα. ὡς γὰρ αὐτῶν οὐ βεβαίως ἐπικρατήσοντες, εἰ μὴ βεβαίως ἄρχοιεν οἱ δόντες, ὑπερεμάχουν ἀπ᾽ εὐνοίας ἀναγκαίου. πολλὰ δὲ καὶ ἄλλα τοῖς ἀπορουμένοις αὐτῶν ἐδωρεῖτο, δανειζόμενος ἐκ τῶν ἱερῶν, Καῖσαρ. ὅθεν τὴν γνώμην στρατὸς ἐς αὐτὸν ἐπέστρεφε, καὶ πλείων ὑπήντα χάρις ὡς γῆν ἅμα καὶ πόλεις καὶ χρήματα καὶ οἰκήματα δωρουμένῳ καὶ καταβοωμένῳ μὲν ἐπιφθόνως ὑπὸ τῶν ἀφαιρουμένων, φέροντι δὲ τὴν ὕβριν ἐς χάριν τοῦ στρατοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: