previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16] κεκλημένοι δ᾽ ἐπὶ νέμησιν τότε γῆς ἐς τὸ πεδίον τὸ Ἄρειον ὑπὸ σπουδῆς ἔτι νυκτὸς ἀφίκοντο, καὶ βραδύτερον αὐτοῖς τοῦ Καίσαρος ἐπιόντος ἠγανάκτουν. Νώνιος δὲ λοχαγὸς ἐπέπλησσεν αὐτοῖς σὺν παρρησίᾳ, τό τε πρέπον τοῖς ἀρχομένοις ἐς τὸν ἄρχοντα προφέρων καὶ τὴν Καίσαρος ἀσθένειαν, οὐχ ὑπεροψίαν. οἱ δὲ αὐτὸν τὰ μὲν πρῶτα ἔσκωπτον ὡς κόλακα, πλέονος δὲ ἑκατέρωθεν τοῦ διερεθίσματος γενομένου ἐλοιδόρουν τε καὶ ἔβαλλον καὶ φεύγοντα ἐδίωκον ἔς τε τὸν ποταμὸν ἐξαλόμενον ἐξειρύσαντες ἔκανον καὶ ἔρριψαν, ἔνθα παροδεύσειν Καῖσαρ ἔμελλεν. οἱ μὲν δὴ φίλοι τῷ Καίσαρι παρῄνουν μηδὲ ἐπελθεῖν ἐς αὐτούς, ἀλλ᾽ ἐκστῆναι μανιώδει φορᾷ. δ᾽ ἐπῄει μέν, ἀναθρέψειν ἔτι μᾶλλον αὐτῶν ἡγούμενος τὸ μανιῶδες, εἰ μὴ ἀφίκοιτο, καὶ τὸν Νώνιον ἰδὼν ἐξέκλινεν, ὡς δὲ ὀλίγων ταῦτα δρασάντων ἐπεμέμφετο καὶ ἐς τὸ μέλλον ἀλλήλων φείδεσθαι παρῄνει καὶ τὴν γῆν διένεμε, καὶ δωρεὰς αἰτεῖν τοῖς ἀξίοις ἐπέτρεπε καὶ τῶν οὐκ ἀξίων ἐνίοις ἐδίδου παρὰ γνώμην, μέχρι τὸ πλῆθος ἐκπλαγὲν αὑτοῦ τῆς βαρύτητος μετενόει καὶ ᾐδεῖτο καὶ κατεγίνωσκον αὑτῶν καὶ τοὺς ἐς τὸν Νώνιον ἁμαρτόντας ἠξίουν ἀνευρόντα κολάσαι. δὲ καὶ γινώσκειν αὐτοὺς ἔφη καὶ κολάσειν αὐτῷ τῷ συνειδότι σφῶν μόνῳ καὶ τῇ παρ᾽ ὑμῶν καταγνώσει. οἱ δὲ συγγνώμης τε ὁμοῦ καὶ τιμῆς καὶ δωρεῶν ἀξιωθέντες εὐθὺς αὐτὸν εὐφήμουν ἐκ μεταβολῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: