previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27] δὲ Καῖσαρ ἐς τὸ Βρεντέσιον στρατιωτῶν τέλος ἔπεμπε καὶ Σαλουιδιηνὸν κατὰ σπουδὴν ἐκ τῆς ἐς Ἰβηρίαν ὁδοῦ μετεκάλει. τούς τε στρατολογήσοντας σφίσιν ἀνὰ τὴν Ἰταλίαν Καῖσαρ καὶ Λεύκιος περιέπεμπον: πεῖραί τε τούτων τῶν ξεναγῶν ἦσαν ἐς ἀλλήλους βραχύτεραι καὶ μείζους καὶ ἐνέδραι πολλάκις. δὲ εὔνοια τῶν Ἰταλῶν ἐς τὸν Λεύκιον παρὰ πολὺ ἐποίει, ὡς ὑπὲρ σφῶν τοῖς κληρουχουμένοις πολεμοῦντα. καὶ οὐχ αἱ καταγραφόμεναι τῷ στρατῷ πόλεις ἔτι μόναι, ἀλλ᾽ Ἰταλία σχεδὸν ἅπασα ἀνίστατο, φοβουμένη τὰ ὅμοια: τούς τε τῷ Καίσαρι κιχραμένους ἐκ τῶν ἱερῶν χρημάτων ἐκβάλλοντες ἐκ τῶν πόλεων ἀναιροῦντες, τὰ τείχη σφῶν διὰ χειρὸς εἶχον καὶ πρὸς τὸν Λεύκιον ἐχώρουν. ἐχώρουν δὲ καὶ οἱ κατοικιζόμενοι τῶν στρατιωτῶν ἐς τὸν Καίσαρα, ὡς ἐς οἰκεῖον ἤδη πόλεμον ὑπὲρ σφῶν ἑκάτεροι διαρούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: