previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[34] ὡς δὲ ἐξείργαστο πάντα τῷ Καίσαρι, λιμὸς ἥπτετο τοῦ Λευκίου, καὶ τὸ κακὸν ἤκμαζεν ἀγρίως ἅτε μηδὲν αὐτοῦ μηδὲ τῆς πόλεως προπαρεσκευασμένης. ὧν Καῖσαρ αἰσθόμενος ἀκριβεστέρας τὰς φυλακὰς ἐποίει. νουμηνίας δὲ ἔτους ἐς τὴν ἐπιοῦσαν ἡμέραν οὔσης, φυλάξας Λεύκιος τὴν ἑορτὴν ὡς ἀμελείας τοῖς πολεμίοις αἰτίαν ἐξέθορε νυκτὸς ἐπὶ τὰς πύλας αὐτῶν ὡς διεκπαίσων αὐτοὺς καὶ στρατιὰν ἐπαξόμενος ἑτέραν: πολλὴ γὰρ ἦν αὐτῷ πολλαχοῦ. ταχὺ δὲ τοῦ πλησίον ἐφεδρεύοντος τέλους καὶ τοῦ Καίσαρος αὐτοῦ σὺν ταῖς στρατηγίσι σπείραις ἐπιδραμόντων, Λεύκιος μάλα προθύμως ἀγωνιζόμενος ἀνεώσθη. τῶν δ᾽ αὐτῶν ἡμερῶν ἐν Ῥώμῃ, τοῦ σίτου τοῖς στρατευομένοις φυλασσομένου, τὸ πλῆθος τῷ πολέμῳ καὶ τῇ νίκῃ φανερῶς ἐπηρῶντο καὶ ἐς τὰς οἰκίας ἐστρέχοντες ἐπὶ ἐρεύνῃ σίτου, ὅσα εὕροιεν, ἥρπαζον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: