previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[39] γενομένης οὖν τινος ες τοῦτο πείρας καὶ ἐλπίδος οὐκ ἀηδοῦς, τὸν στρατὸν συναγαγὼν ἔλεξεν ὧδε: ‘γνώμη μὲν ἦν μοι τὴν πάτριον ὑμῖν ἀποδοῦναι πολιτείαν, συστρατιῶται, τυρραννίδα τὴν τῶν τριῶν ἀνδρῶν ἀρχὴν καὶ οὐδ᾽, ἐφ᾽ συνέστη προφάσει, Κασσίου καὶ Βρούτου τεθνεώτων διαλυθεῖσαν. Λεπίδου γὰρ τὸ μέρος τῆς ἀρχῆς ἀφῃρημένου καὶ Ἀντωνίου πορρωτάτω χρήματα συλλέγοντος, εἷς οὗτος ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνώμην διῴκει, τὰ δὲ πάτρια Ῥωμαίοις πρόσχημα μόνον ἦν καὶ γέλως. ἅπερ ἐγὼ μεταβάλλειν ἐς τὴν ἄνωθεν ἐλευθερίαν τε καὶ δημοκρατίαν ἐπινοῶν ἠξίουν τῶν ἐπινικίων διαδοθέντων ἐκλυθῆναι τὴν μοναρχίαν. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἐπειρώμην ἐπὶ τῆς ἐμῆς ἀρχῆς καταναγκάσαι. δέ με τῷ στρατῷ διέβαλλε, κωλύειν τὰς κληρουχίας ἐλέῳ τῶν γεωργῶν: καὶ τὴν διαβολὴν ἐγὼ τήνδε ἠγνόησα ἐπὶ πλεῖστον. ἀλλ᾽ οὐδὲ ἐπιγνοὺς ἐπίστευσά τινα πιστεύσειν, ὁρῶντα τοὺς οἰκιστὰς καὶ παρ᾽ ἐμοῦ δεδομένους, οἳ μεριεῖν ἔμελλον ὑμῖν τὰς κληρουχίας. ἀλλὰ ἐδημαγώγησε γάρ τινας διαβολή, καὶ πρὸς ἐκεῖνον ᾤχοντο πολεμήσοντες ὑμῖν, ὡς νομίζουσι, σὺν χρόνῳ δ᾽ εἴσονται στρατευσάμενοι καθ᾽ αὑτῶν. ὑμῖν δ᾽ ἐγὼ μαρτυρῶ μὲν ἑλομένοις τὰ ἀμείνονα καὶ ὑπὲρ δύναμιν κακοπαθήσασιν, ἡττήμεθα δὲ οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλὰ τοῦ λιμοῦ, δὴ καὶ πρὸς τῶν ἡμετέρων στρατηγῶν ἐγκαταλελείμμεθα. ἐμοὶ μὲν δὴ καλῶς εἶχεν ἀγωνίσασθαι μέχρι τοῦ τελευταίου δαίμονος ὑπὲρ τῆς πατρίδος: καλὸν γάρ μοι τὸν ἔπαινον ἐπὶ τῇ γνώμῃ καὶ τὸ τέλος ἐποίει: οὐχ ὑφίσταμαι δὲ δι᾽ ὑμᾶς, οὓς τῆς ἐμῆς προτίθημι εὐκλείας. πέμψω δὴ πρὸς τὸν κεκρατηκότα καὶ δεήσομαι ἐμοὶ μὲν ἀντὶ πάντων ὑμῶν εἰς θέλει καταχρήσασθαι μόνῳ, ὑμῖν δὲ ἀντ᾽ ἐμοῦ ἀμνηστίαν δοῦναι, πολίταις τε οὖσιν αὐτοῦ καὶ στρατιώταις ποτὲ γενομένοις καὶ οὐδὲ νῦν ἀδικοῦσιν οὐδὲ πολεμήσασιν ἄνευ καλῆς αἰτίας οὐδὲ ἡσσημένοις πολέμῳ μᾶλλον λιμῷ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: