previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[47] ὅθεν οὐδὲ Καῖσαρ ἔτι τῆς γνώμης ἐκράτει, ἀλλὰ μόλις τὴν βοὴν καταπαύσας εἶπε τοῖς ἰδίοις. ‘ὑμεῖς μέν, συστρατιῶται, οὕτως ἀεί μοι προσενήνεχθε ὡς μηδενὸς ἀτυχῆσαι παρ᾽ ἐμοῦ δύνασθαι: ἐγὼ δὲ τοὺς μὲν νεοστρατεύτους ὑπ᾽ ἀνάγκης ἐστρατεῦσθαι Λευκίῳ νομίζω, τουτωνὶ δὲ τῶν συνεστρατευμένων τε πολλάκις ὑμῖν καὶ νῦν ὑφ᾽ ὑμῶν σῳζομένων ἐπενόουν πυθέσθαι, τί παθόντες ἐξ ἡμῶν τίνος χάριτος οὐκ ἀξιωθέντες τί μεῖζον παρ᾽ ἑτέρου προσδοκῶντες ἐναντία ὅπλα ἤραντο καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ἑαυτοῖς; γὰρ ἔκαμνον ἐγώ, πάντα ἦν ὑπὲρ τῆς κληρουχίας, ἧς τοῦ μέρους καὶ τούτοις μετῆν. καὶ εἰ συγχωρεῖτέ μοι, καὶ νῦν πεύσομαι.’ οὐκ ἐπιτρεπόντων δέ, ἀλλὰ ἀπαύστως παρακαλούντων, ‘συγχωρῶ ὑμῖν, ὅσα βούλεσθε,’ ἔφη, ‘καὶ ἀφείσθωσαν ἀπαθεῖς τῶν ἡμαρτημένων, ἂν ἐς τὸ μέλλον ὑμῖν ὅμοια φρονῶσιν.’ ὑπισχνουμένων δ᾽ ἑκατέρων βοαί τε καὶ χάριτες ἦσαν ἐς τὸν Καίσαρα: καί τισιν αὐτῶν ἐπέτρεψέ τινας καὶ ὑποδέξασθαι, τὸ δὲ πλῆθος ἐκέλευε σκηνοῦν, ἔνθα περ εἱστήκεσαν, ἄπωθεν, ἕως Καῖσαρ αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: