This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51] ἄλλῳ δ᾽ Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, ὁ Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ ἢ φίλῳ ἔτι ὄντι φυλάξειν ἢ πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, ὁ Καληνὸς ἐτελεύτησε: καὶ ὁ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών, ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπ᾽ αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί. ὁ μὲν δὴ Καῖσαρ ἑνὶ τῷδε ἔργῳ ἕνδεκα τέλη στρατοῦ καὶ χώρας τοσάσδε λαβὼν τοὺς ἡγεμόνας αὐτῶν παρέλυε τῆς ἀρχῆς καὶ ἰδίους ἐπιστήσας ἐς Ῥώμην ἀνέστρεφεν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.