previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[52] δὲ Ἀντώνιος χειμῶνος μὲν ἔτι τοὺς πρέσβεις κατεῖχε τοὺς ἀπὸ τῶν κληρουχιῶν πρὸς αὐτὸν ἐλθόντας, ἔτι ἐπικρύπτων, ἐφρόνει, ἦρι δ᾽ ἐκ μὲν Ἀλεξανδρείας ἐς Τύρον ὥδευεν, ἐκ δὲ Τύρου διαπλέων ἐπὶ Κύπρου καὶ Ῥόδου καὶ Ἀσίας ᾔσθετο τῶν ἐν τῇ Περυσίᾳ γεγονότων καὶ τὸν ἀδελφὸν ἐμέμφετο καὶ Φουλβίαν καὶ μάλιστα πάντων Μάνιον. Φουλβίαν μὲν οὖν εὗρεν ἐν Ἀθήναις, ἐκ Βρεντεσίου φυγοῦσαν: Ἰουλίαν δ᾽ αὐτῷ τὴν μητέρα Πομπήιος, ἐς αὐτὸν διαφυγοῦσαν, ἔπεμπεν ἐκ Σικελίας ἐπὶ νεῶν μακρῶν, καὶ παρέπεμπον αὐτὴν οἱ τῶν ἀμφὶ τὸν Πομπήιον ἄριστοι, Λεύκιός τε Λίβων, κηδεστὴς τοῦ Πομπηίου, καὶ Σατουρνῖνος καὶ ἕτεροι, ὅσοι χρῄζοντες τῆς Ἀντωνίου μεγαλοπραγίας ἠξίουν αὐτὸν συναλλαγέντα Πομπηίῳ σύμμαχον ἐπὶ Καίσαρι λαβεῖν Πομπήιον. δὲ αὐτοῖς ἀπεκρίνατο χάριν μὲν ἐπὶ τῇ μητρὶ γιγνώσκειν Πομπηίῳ καὶ ἀποτίσειν ἐν χρόνῳ, αὐτὸς δέ, εἰ μὲν πολεμοίη Καίσαρι, χρήσεσθαι Πομπηίῳ συμμάχῳ, εἰ δ᾽ ἐμμένοι τοῖς πρὸς αὑτὸν ὡμολογημένοις Καῖσαρ, πειράσεσθαι καὶ Πομπηίον Καίσαρι συναλλάξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: