previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[60] Λεύκιος δὲ ἦν Κοκκήιος ἑκατέρῳ φίλος καὶ ὑπὸ Καίσαρος ἐς Φοινίκην τοῦ προτέρου θέρους πρὸς τὸν Ἀντώνιον ἀπέσταλτο μετὰ Καικίνα, ἐπανιόντος δὲ τοῦ Καικίνα παρὰ Ἀντωνίῳ κατέμενεν. οὗτος τότε Κοκκήιος, τὸν καιρὸν οὐ μεθείς, ὑπεκρίνατο μεταπεμφθῆναι πρὸς Καίσαρος ἀσπασόμενος αὐτόν. συγχωροῦντος δ᾽ ἀπιέναι τοῦ Ἀντωνίου πειρώμενος ἤρετο, εἴ τι καὶ αὐτὸς Ἀντώνιος ἐπιστέλλει τῷ Καίσαρι, κεκομισμένος δι᾽ αὐτοῦ Κοκκηίου γράμματα. καὶ Ἀντώνιοςνῦν μέν,’ ἔφη, ‘τί ἂν ἀλλήλοις γράφοιμεν, ὄντες ἐχθροί, εἰ μὴ κακῶς ἀγορεύοιμεν ἀλλήλους; ἀντέγραψα δὲ τοῖς πάλαι διὰ Καικίνα: καὶ εἰ βούλει, λάβε τὰ ἀντίγραφα.’ μὲν οὕτως ἐπεχλεύασεν, δὲ Κοκκήιος οὐκ εἴα τω τὸν Καίσαρα καλεῖν ἐχθρόν, ἔς τε Λεύκιον καὶ τοὺς ἄλλους Ἀντωνίου φίλους τοιόνδε γεγενημένον. δέἐκ Βρεντεσίου με,’ φησίν, ‘ἀποκλείων καὶ τὰ ἐμὰ ἔθνη καὶ τὸν Καληνοῦ στρατὸν ἀφαιρούμενος ἔτι τοῖς φίλοις ἐστὶν εὔνους μόνοις: οὐδὲ τοὺς φίλους ἐμοὶ περισῴζειν ἔοικεν, ἀλλὰ ταῖς εὐεργεσίαις ἐχθροποιεῖν.’ καὶ Κοκκήιος, μὲν ἐπεμέμφετο μαθών, οὐδὲν δὲ ἔτι ὀξυτέραν φύσιν ἐπερεθίσας, ᾤχετο πρὸς τὸν Καίσαρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: