previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[61] δὲ αὐτὸν ἰδὼν ἐν θαύματι ἐποιεῖτο, ὅτι μὴ θᾶσσον ἔλθοι: ‘οὐ γάρ,’ ἔφη, ‘καὶ τὸν σὸν ἀδελφόν, ἵν᾽ ἐχθρὸς ᾖς μοι, περιέσωσα.’ δέπῶς,’ ἔφη, ‘τοὺς μὲν ἐχθροὺς φίλους ποιῇ, τοὺς δὲ φίλους ἐχθροὺς ἀποκαλεῖς τε καὶ τὸν στρατὸν ἀφαιρῇ καὶ τὰ ἔθνη;’ καὶ Καῖσαροὐ γάρ,’ ἔφη, ‘Καληνοῦ τελευτήσαντος ἐχρῆν ἐπὶ μειρακίῳ τῷ Καληνοῦ παιδὶ γενέσθαι τοσαύτας ἀφορμάς, ἀπόντος ἔτι Ἀντωνίου: αἷς καὶ Λεύκιος ἐπαρθεὶς ἐμάνη, καὶ Ἀσίνιος καὶ Ἀηνόβαρβος γειτονεύοντες ἐχρῶντο καθ᾽ ἡμῶν. ἐπεὶ καὶ τὰ Πλάγκου τέλη κατὰ σπουδὴν κατέλαβον, ἵνα μὴ οἴχοιτο πρὸς Πομπήιον: οἱ γοῦν ἱππέες αὐτῶν διέπλευσαν ἐς Σικελίαν.’ καὶ Κοκκήιοςἑτέρως,’ ἔφη, ‘τάδε λογοποιούμενα οὐδὲ Ἀντώνιος ἐπίστευεν, ἕως ἀπεκλείσθη τοῦ Βρεντεσίου καθάπερ πολέμιος.’ καὶ Καῖσαρ οὐδὲν μὲν αὐτὸς ἔφη περὶ τοῦδε προστάξαι ῾οὐδὲ γὰρ προμαθεῖν προσπλέοντα οὐδ᾽ ἀφικέσθαι μετὰ πολεμίων προσδοκῆσαἰ, Βρεντεσίους δὲ αὐτοὺς καὶ τὸν ὑπολελειμμένον αὐτοῖς διὰ τὰς Ἀηνοβάρβου καταδρομὰς ταξίαρχον αὐτοκελεύστους ἀποκλεῖσαι τὸν Ἀντώνιον, συνθέμενον μὲν ἐχθρῷ κοινῷ Πομπηίῳ, ἐπαγαγόντα δὲ Ἀηνόβαρβον φονέα τοῦ ἐμοῦ πατρός, ψήφῳ καὶ κρίσει καὶ προγραφῇ κατεγνωσμένον καὶ πολιορκήσαντα μὲν τὸ Βρεντέσιον μετὰ Φιλίππους, πολιορκοῦντα δὲ ἔτι τὸν Ἰόνιον ἐν κύκλῳ, ἐμπρήσαντα δὲ τὰς ἐμὰς ναῦς καὶ τὴν Ἰταλίαν λεηλατήσαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: