previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[63] οὕτω καθομιλῶν τὸν Καίσαρα Κοκκήιος ἐκείνην τε τὴν ἡμέραν ἐξενίζετο παρ᾽ αὐτῷ καὶ ἐδεῖτο ἐπιστεῖλαί τι τῷ Ἀντωνίῳ, νεώτερον ὄντα πρεσβυτέρῳ. δὲ πολεμοῦντι μὲν ἔτι οὐκ ἔφη γράψειν: οὐδὲ γὰρ ἐκεῖνον: μέμψεσθαι δ᾽ αὐτοῦ τῇ μητρί, ὅτι συγγενὴς οὖσα καὶ προτιμηθεῖσα ἐκ πάντων ὑφ᾽ αὑτοῦ, φύγοι τὴν Ἰταλίαν καθάπερ οὐ τευξομένη πάντων ὡς παρ᾽ υἱοῦ. ὧδε μὲν καὶ Καῖσαρ ἐτέχναζε καὶ ἐπέστελλε τῇ Ἰουλίᾳ. ἐξιόντι δὲ τοῦ στρατοπέδου τῷ Κοκκηίῳ πολλοὶ τῶν ταξιάρχων τὴν γνώμην ἐξέφερον τοῦ στρατοῦ. δὲ καὶ τἆλλα καὶ τόδε αὐτὸ τῷ Ἀντωνίῳ μετέφερεν, ἵνα εἰδείη πολεμήσοντας οὐ συντιθεμένῳ. συνεβούλευεν οὖν Πομπήιον μὲν ἐς Σικελίαν ἐξ ὧν ἐπόρθει μετακαλεῖν, Ἀηνόβαρβον δέ ποι πέμπειν, ἕως αἱ συνθῆκαι γένοιντο. παρακαλούσης δὲ καὶ τῆς μητρὸς ἐς ταῦτα τὸν Ἀντώνιον ῾γένει γὰρ ἦν ἐκ τῶν Ἰουλίων̓, ᾐσχύνετο Ἀντώνιος, εἰ μὴ γενομένων τῶν συμβάσεων τὸν Πομπήιον αὖθις ἐς συμμαχίαν καλοίη. τῆς δὲ μητρὸς οὐκ ἀπελπιζούσης αὐτὰς ἔσεσθαι καὶ Κοκκηίου ἰσχυριζομένου τε περὶ αὐτῶν καὶ ἐλπιζομένου τι πλέον εἰδέναι, Ἀντώνιος ἐνεδίδου καὶ τὸν Πομπήιον ἀναχωρεῖν ἐκέλευεν ἐς Σικελίαν, ὡς ἐπιμελησόμενος τῶν συγκειμένων, καὶ Ἀηνόβαρβον ἔπεμπεν ἡγεῖσθαι Βιθυνίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: