previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[68] ἕως τὸ μὲν πλῆθος ἅπαν ἠρέθιστο, δὲ Καῖσαρ σὺν τοῖς φίλοις καὶ ὀλίγοις ὑπασπισταῖς ἐς μέσους ἦλθεν, ἐντυχεῖν τε βουλόμενος καὶ τὴν μέμψιν ἐκλογίσασθαι. οἱ δὲ αὐτὸν εὐθὺς ὀφθέντα ἔβαλλόν τε ἀφειδῶς πάνυ καὶ οὐδ᾽ ὑπομένοντα καὶ ἑαυτὸν ἐμπαρέχοντα καὶ τιτρωσκόμενον ᾐδοῦντο. πυθόμενος δ᾽ Ἀντώνιος ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ καὶ τόνδε, κατιόντα τὴν ἱερὰν ὁδόν, οὐκ ἔβαλλον μὲν ὡς ἕτοιμον ἐς τὰς Πομπηίου διαλύσεις, ἀναχωρεῖν δὲ ἐκέλευον: καὶ οὐ πειθόμενον, τότε ἔβαλλον. δὲ ὁπλίτας πλέονας, οἳ ἦσαν ἔξω τοῦ τείχους, ἐκάλει. καὶ οὐ παριέντων οὐδ᾽ ὣς αὐτόν, οἱ μὲν ὁπλῖται διαιρεθέντες ἐς τὰ πλάγια τῆς ὁδοῦ καὶ τῆς ἀγορᾶς ἐπεχείρουν ἐκ τῶν στενωπῶν καὶ τὸν ἐντυχόντα ἀνῄρουν: οἱ δ᾽ οὐκέτι εὐμαρῶς οὐδὲ φυγεῖν ἐδύναντο, βεβυσμένοι τε ὑπὸ πλήθους καὶ διαδρομὴν οὐκέτι ἔχοντες, ἀλλὰ φόνος ἦν καὶ τραύματα καὶ ἀπὸ τῶν τεγῶν οἰμωγαὶ καὶ βοαί. καὶ Ἀντώνιος μόλις τε παρῆλθε, καὶ τοῦ κινδύνου τὸν Καίσαρα περιφανῶς δὴ τότε μάλιστα οὗτος ἐξείλετο καὶ ἐς τὴν οἰκίαν περιέσωσε. διαφυγόντος δέ ποτε τοῦ πλήθους τὰ νεκρά, ἵνα μὴ ἐνοχλοίη θεωρούμενα, ἐς τὸν ποταμὸν ἀπερριπτεῖτο: καὶ ἕτερον πένθος ἦν ὁρωμένων ἀνὰ τὸ ῥεῦμα, καὶ περιδυόντων αὐτὰ τῶν στρατιωτῶν καὶ ὅσοι μετ᾽ αὐτῶν κακοῦργοι τὰ εὐσχήμονα μάλιστα ὡς οἰκεῖα ἔφερον. ἀλλὰ ταῦτα μὲν ἐπαύετο σὺν φόβῳ τε καὶ μίσει τῶν ἡγουμένων, δὲ λιμὸς ἤκμαζε, καὶ δῆμος ἔστενε καὶ ἡσύχαζεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: