previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[75] ἐπὶ δὲ τούτοις μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δ᾽ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας: τοὺς δ᾽ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους: οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: