This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79] ὁ δὲ ἦλθε μὲν ἐς τὴν τεταγμένην ἡμέραν σὺν ὀλίγοις, Καίσαρα δὲ οὐχ εὑρὼν οὐ περιέμεινεν, εἴτε τὴν γνώμην τοῦ πολέμου μεμψάμενος ὡς παράσπονδον εἴτε τὴν Καίσαρος παρασκευὴν ἰδὼν πολλὴν οὖσαν ῾οὐ γάρ ποτε αὐτοὺς ἀνέπαυε φόβων ἡ τῆς μοναρχίας ἐπιθυμίἀ, εἴτε τι σημεῖον δειδισάμενος. τῶν γὰρ περικοιμωμένων αὐτοῦ τῇ σκηνῇ πρὸς θηρίων τις εὑρέθη δεδαπανημένος, ἄνευ τοῦ προσώπου μόνου, καθάπερ ἐς ἐπίδειξιν παραλελειμμένου, οὔτε τι βοήσας οὔτε τινὸς τῶν συναναπαυομένων ᾐσθημένου: καὶ λύκον ἔλεγον οἱ Βρεντέσιοι πρὸ ἕω φανῆναι τῶν σκηνωμάτων ἐκθέοντα. ἔγραφέ γε μὴν τῷ Καίσαρι μὴ λύειν τὰ συγκείμενα καὶ ἠπείλει Μηνόδωρον ἀπάξειν ὡς ἑαυτοῦ δραπέτην: γεγένητο γὰρ Πομπηίου Μάγνου, τὴν δὲ τοῦ Μάγνου περιουσίαν ὁ Ἀντώνιος ἐώνητο νόμῳ πιπρασκομένην ὡς πολεμίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.