previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[80] δὲ Καῖσαρ ἔπεμπεν ἐς Σαρδόνα καὶ Κύρνον τοὺς παραληψομένους, Μηνόδωρος ἐνεχείριζεν, ἐκρατύνετο δὲ τὰ παράλια τῆς Ἰταλίας φρουρίοις πολλοῖς, μὴ αὖθις αὐτὰ Πομπήιος ἐπιδράμοι. τριήρεις δὲ ἑτέρας ἐν Ῥώμῃ καὶ ἐν Ῥαβέννῃ προσέτασσε γίγνεσθαι καὶ στρατὸν πολὺν ἐκ τῆς Ἰλλυρίδος μετεπέμπετο: Μηνόδωρόν τε ἐλθόντα ἐλεύθερον εὐθὺς ἀπέφηνεν ἐξ ἀπελευθέρου καὶ ὧν αὐτὸς ἤγαγε νεῶν, ἐπέτρεπεν ἡγεῖσθαι, ὑποστρατηγοῦντα τῷ ναυάρχῳ Καλουισίῳ. ταῦτα μὲν δὴ καθιστάμενος Καῖσαρ καὶ παρασκευὴν ἔτι πλέονα συνάγων ἐβράδυνε καὶ τὸν Ἀντώνιον οὐ περιμείναντα ἐμέμφετο, τὴν δ᾽ οὖσαν ἤδη παρασκευὴν ἐκέλευε Κορνιφίκιον ἐκ Ῥαβέννης μεταγαγεῖν ἐς Τάραντα. Κορνιφικίῳ μὲν δὴ χειμὼν περιπλέοντι ἐπιγίγνεται, καὶ μόνη τῶν νεῶν ναυαρχὶς γενομένη Καίσαρι διεφθάρη: καὶ ἔδοξε τοῦτ᾽ ἐς τὰ μέλλοντα σημῆναι. ἐπιπολαζούσης δὲ ὑπονοίας ἔτι, ὡς παρασπόνδως πόλεμος ὅδε γίγνοιτο, τὴν ὑπόνοιαν Καῖσαρ ἐκλύων ἐπέστελλε τῇ πόλει καὶ τὸν στρατὸν αὐτὸς ἐδίδασκεν, ὅτι τὰς σπονδὰς Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε καὶ τοῦθ᾽ οἱ λῃσταὶ κατείποιεν αὐτοῦ, κατείποι δὲ καὶ Μηνόδωρος τὴν ὅλην γνώμην, μάθοι δὲ καὶ Ἀντώνιος καὶ διὰ τοῦτο Πελοπόννησον οὐ δοίη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: