This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83] καὶ τὸ μὲν λαιὸν τῆς ναυμαχίας οὕτως ἐπεπράχει. ἐκ δὲ τοῦ δεξιοῦ Καλουίσιος μέν, διαπλέων ἐς τὸ λαιόν, ἀπετέμετό τινας τῶν Μενεκράτους νεῶν καὶ ἐκφυγούσας εἰς τὸ πέλαγος ἐδίωκε, Δημοχάρης δ᾽, ὁ τοῦ Μενεκράτους συνεξελεύθερός τε καὶ ὑποστράτηγος, ταῖς λοιπαῖς τοῦ Καλουισίου συμπεσών, τὰς μὲν ἐς φυγὴν ἐτρέπετο, τὰς δὲ ἐς πέτρας συνήραξε, καὶ τῶν ἀνδρῶν ἐξαλομένων ἐνεπίμπρα τὰ σκάφη, μέχρι Καλουίσιος ἐκ τῆς διώξεως ἐπανιὼν τάς τε φευγούσας τῶν ἰδίων ἐπανήγαγε καὶ τὰς ἐμπιπραμένας ἐκώλυσε. καὶ νυκτὸς ἐπιλαβούσης ηὐλίσαντο πάντες, ἔνθα καὶ τῆς προτέρας. ἡ μὲν δὴ ναυμαχία ἐς τοῦτο ἐτελεύτα, καὶ προῦχεν ἐν αὐτῇ τὰ Πομπηίου παρὰ πολύ: Δημοχάρης δὲ βαρυθυμῶν ἐπὶ τῷ θανάτῳ Μενεκράτους ὡς ἐπὶ ἥττῃ μεγίστῃ ῾δύο γὰρ οἵδε ἦσαν μάλιστα τῷ Πομπηίῳ θαλάσσης ἐργάται, Μενεκράτης τε καὶ Μηνόδωρος᾿, ἅπαντα μεθεὶς ἐκ χειρῶν εὐθὺς ἐς Σικελίαν ἔπλει, καθάπερ οὐ τὸ Μενεκράτους σῶμα καὶ ναῦν μίαν, ἀλλὰ τὸν στόλον ὅλον ἀποβαλών.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.