Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
β
τῶν Ἰωσήπου ἱστοριῶν τῆς
Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν
Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιη
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιθ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
κ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
whiston chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:




















Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[168]
Καὶ ὁ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ
δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος
ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν
Ἰσμάηλος μετ᾽ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος
εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ
τοὺς σὺν αὐτῷ.
[169]
θεασάμενος δ᾽ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον
εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης ὁ Ἰσμάηλος
ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ
τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων
ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει
Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ
τῶν στρατιωτῶν.
[170]
τῇ δ᾽ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν
τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος.
ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν,
καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα
αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε.
[171]
διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον
ἀναιρεθῆναι παρεκάλεσαν πρὶν ἢ τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς
αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτ᾽ ἀκούσας
ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος:
[172]
τὸν δ᾽ ἐν τῇ Μασφάθῃ
λαὸν σὺν γυναιξὶ καὶ νηπίοις ᾐχμαλώτισεν, ἐν οἷς καὶ τοῦ βασιλέως
Σαχχίου θυγατέρας, ἃς Ναβουζαρδάνης ὁ τῶν Βαβυλωνίων στρατηγὸς
παρὰ Γαδαλίᾳ καταλελοίπει. ταῦτα διαπραξάμενος ἀφικνεῖται
πρὸς τὸν Ἀμμανιτῶν βασιλέα.
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.
Tufts University provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.