previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[291]

Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη: μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δ᾽ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα: ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν. [292] γίνονται δὲ δύο, καὶ τῇ μὲν ἑτέρᾳ πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο τοῦ πλήθους εἰς τὰς ἐκκλησίας: καὶ μιᾷ μὲν ἀποσημάναντος ἔδει τὰς ἀρχὰς συνελθεῖν σκεψομένας περὶ τῶν οἰκείων, ἀμφοτέραις δὲ συνῆγε τὸ πλῆθος. [293] τῆς δὲ σκηνῆς μετακινουμένης ταῦτα ἐγίνετο: ἀποσημήναντος γὰρ τὸ πρῶτον οἱ παρὰ ταῖς ἀνατολαῖς ἐσκηνωκότες ἀνίσταντο, καὶ πρὸς τὴν δευτέραν οἱ πρὸς τὸν νότον αὖθις καθεστῶτες. εἶθ᾽ σκηνὴ λυομένη μέση τῶν προϊουσῶν ἓξ φυλῶν ἐκομίζετο καὶ τῶν ἑπομένων ἕξ, Λευῖται δὲ περὶ τὴν σκηνὴν πάντες ἦσαν. [294] τρίτον δὲ σημήναντος τὸ κατὰ λίβα τετραμμένον τῶν ἐσκηνωκότων μέρος ἐκινεῖτο, καὶ τέταρτον τὸ κατὰ βορρᾶν. ταῖς δὲ βυκάναις ἐχρῶντο καὶ ἐπὶ ταῖς ἱερουργίαις προσάγοντες τὰς θυσίας καὶ τοῖς σαββάτοις καὶ ταῖς λοιπαῖς ἡμέραις. θύει δὲ τότε πρῶτον μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Αἰγύπτου τὴν πάσχα λεγομένην ἐπὶ τῆς ἐρήμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: