previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176]

Ὄντων δ᾽ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτ᾽ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ. [177] ὑποσχομένου δὲ τοῦ προφήτου διακονήσειν αὐτοῖς πρὸς τὸν θεὸν συνέβη μετὰ δέκα ἡμέρας αὐτῷ φανέντα τὸν θεὸν εἰπεῖν δηλῶσαι Ἰωάννῃ καὶ τοῖς ἄλλοις ἡγεμόσι καὶ τῷ λαῷ παντί, ὅτιμένουσι μὲν αὐτοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ παρέσται καὶ πρόνοιαν ἕξει καὶ τηρήσει παρὰ τῶν Βαβυλωνίων οὓς δεδίασιν ἀπαθεῖς, πορευομένους δὲ εἰς Αἴγυπτον ἀπολείψει καὶ ταὐτὰ διαθήσει ὀργισθείς, καὶ τοὺς ἀδελφοὺς αὑτῶν ἔμπροσθεν οἴδατε πεπονθότας.’ [178] ταῦτα εἰπὼν τῷ Ἰωάννῃ καὶ τῷ λαῷ τὸν θεὸν αὐτοῖς προλέγειν προφήτης οὐκ ἐπιστεύετο, ὡς κατὰ ἐντολὴν τὴν ἐκείνου μένειν αὐτοὺς ἐν τῇ χώρᾳ κελεύει, χαριζόμενον δὲ Βαρούχῳ τῷ ἰδίῳ μαθητῇ καταψεύδεσθαι μὲν τοῦ θεοῦ, πείθειν δὲ μένειν αὐτόθι, ὡς ἂν ὑπὸ τῶν Βαβυλωνίων διαφθαρῶσι. [179] παρακούσας οὖν τε λαὸς καὶ Ἰωάννης τῆς τοῦ θεοῦ συμβουλίας, ἣν αὐτοῖς διὰ τοῦ προφήτου παρῄνεσεν, ἀπῆρεν εἰς τὴν Αἴγυπτον ἄγων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαροῦχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: