Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
β
τῶν Ἰωσήπου ἱστοριῶν τῆς
Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν
Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιη
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιθ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
κ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
whiston chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:




















Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[349]
Ὁ δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας
ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος,
ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος
ἀναστρέφει.
[350]
πέμπεται δ᾽ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος
Καίσαρι: καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης,
ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν
ἀνέστρεφεν.
[351]
Γαδαρέων δέ τινες ἐπ᾽ Ἀγρίππαν ἦλθον κατηγοροῦντες
αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ
βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς
τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ
τὰ πράγματα τότε καὶ μετ᾽ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας:
[352]
ὁ γὰρ
Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθ᾽ αὑτὸν ἔφθη τῆς ἐπαρχίας
μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα.
ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι
διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ
βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες.
[353]
ἀνέπειθον
δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δ᾽
ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, ᾧ μάλιστα
χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα
γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλ᾽ ἐξ ἐπιλογισμοῦ
παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι.
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.
Tufts University provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references in general dictionaries to this page
(1):
- LSJ, ἐπιλογ-ισμός
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences