previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96]

Τούτων Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπ᾽ Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθεν δὲ καὶ εἰς τὴν Ἰουδαίαν Ἡρώδου συντυχόντος αὐτῇ καὶ τῆς τε Ἀραβίας τὰ δοθέντα καὶ τὰς περὶ τὸν Ἱεριχοῦντα προσόδους Ἡρώδου μισθωσαμένου: φέρει δ᾽ χώρα τὸ βάλσαμον, τιμιώτατον τῶν ἐκεῖ καὶ παρὰ μόνοις φύεται, τόν τε φοίνικα πολὺν καὶ καλόν. [97] ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπ᾽ αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα: τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν. [98] Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ δι᾽ ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δ᾽ ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι: [99] πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χαλεπὴ καὶ προσεδοκᾶτο: τὸ δ᾽ αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελήσειν οὐδ᾽ ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς χρεία κατάσχοι τοιούτων δεησόμενον. [100] ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες, ὡς οὐκ ἄξιον μείζω πράττοντα κινδύνων τὸν φανερώτατον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν: [101] οὐ γὰρ ἂν ἀνασχέσθαι τὸν Ἀντώνιον, οὐδ᾽ εἰ σφόδρα τις αὐτῷ τὸ συμφέρον στήσειε πρὸ τῶν ὀμμάτων: τόν τε γὰρ ἔρωτα μᾶλλον ὑπεκκαύσειν τὸ δοκεῖν βίᾳ καὶ κατ᾽ ἐπιβουλὴν αὐτῆς στέρεσθαι, μέτριον δὲ οὐδὲν εἰς τὴν ἀπολογίαν φανεῖσθαι, τοῦ μὲν ἐπιχειρήματος εἰς γυναῖκα γεγενημένου μέγιστον ἀξίωμα τῶν κατ᾽ ἐκεῖνον ἐσχηκυῖαν τὸν χρόνον, τῆς δ᾽ ὠφελείας, εἰ καὶ ταύτην τις οἰηθείη, σὺν αὐθαδείᾳ καὶ καταγνώσει τῆς ἐκείνου διαθέσεως φανουμένης. [102] ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως. [103] τοιαῦτα δεδιττόμενοι καὶ τὸ κινδυνῶδες ἐξ εἰκότος παραδηλοῦντες ἐπέσχον αὐτὸν τῆς ἐπιχειρήσεως. δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ᾽ Αἰγύπτου προύπεμψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: