previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[278]

Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν: ‘οὔτ᾽ ἔχει τις ἡμῶν παρὰ Δαυίδου μοίρας οὔτε κλῆρον παρὰ τῷ Ἰεσσαίου παιδί.’ [279] καὶ μετὰ τοὺς λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες: μόνη δ᾽ αὐτῷ παρέμεινεν Ἰούδα φυλὴ καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς, αἷς υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δ᾽ οὐκέτ᾽ ἐπλησίαζεν αὐταῖς. [280] ἀποδείκνυσι δὲ καὶ τὸν Ἀμασὰν στρατηγὸν καὶ τὴν τάξιν αὐτῷ ἐφ᾽ ἧς Ἰώαβος ἦν δίδωσιν ἐκέλευσέ τε στρατιὰν ὅσην δύναται συναγαγόντ᾽ ἐκ τῆς Ἰούδα φυλῆς μεθ᾽ ἡμέρας τρεῖς ὡς αὐτὸν ἐλθεῖν, ἵνα παραδοὺς αὐτῷ πᾶσαν τὴν δύναμιν ἐκπέμψῃ πολεμήσοντα τὸν υἱὸν τοῦ Βοχορίου. [281] ἐξελθόντος δὲ τοῦ Ἀμασᾶ καὶ περὶ τὴν ἄθροισιν τῆς στρατιᾶς βραδύνοντος, ὡς οὐκ ἐπανῄει τῇ τρίτῃ τῶν ἡμερῶν βασιλεὺς πρὸς τὸν Ἰώαβον ἔλεγενοὐκ εἶναι σύμφορον ἀνοχὴν τῷ Σαβαίῳ διδόναι, μὴ γενόμενος ἐν πλείονι παρασκευῇ μειζόνων κακῶν καὶ πραγμάτων αἴτιος, Ἀψάλωμος αὐτοῖς κατέστη, γένηται. [282] μὴ περίμενε τοίνυν μηδένα, ἀλλὰ τὴν οὖσαν παραλαβὼν δύναμιν καὶ τοὺς ἑξακοσίους μετὰ Ἀβεσσαίου τοῦ Ἀδελφοῦ σου δίωκε τὸν πολέμιον. καὶ ὅπου ποτ᾽ ἂν αὐτὸν καταλάβῃς ὄντα πειράθητι συμβαλεῖν: σπούδασον δ᾽ αὐτὸν φθάσαι, μὴ πόλεις ὀχυρὰς καταλαβόμενος ἀγῶνας ἡμῖν καὶ πολλοὺς ἱδρῶτας παρασκευάσῃ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: