previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24]

Ἐν τούτῳ δ᾽ ἱπποδρομίαι ἦσαν: καὶ σπουδάζεται γὰρ Ῥωμαίοις ἥδε θεωρία δεινῶς, συνίασίν τε προθύμως εἰς τὸν ἱππόδρομον καὶ ἐφ᾽ οἷς χρῄζοιεν δέονται τῶν αὐτοκρατόρων κατὰ πλῆθος συνελθόντες, οἱ δὲ ἀναντιλέκτους τὰς δεήσεις κρίνοντες οὐδαμῶς ἀχαριστοῦσιν. [25] ἐκέλευον δὴ καὶ τὸν Γάιον ἐκθύμῳ τῇ ἱκετείᾳ χρώμενοι τῶν τε τελῶν ἐπανιέναι καὶ τῶν φόρων ἐπικουφίζειν τι τοῦ ἐπαχθοῦς. δ᾽ οὐκ ἠνείχετο, καὶ πλέον τι τῇ βοῇ χρωμένων ἄλλους ἄλλῃ διαπέμψας κελεύει τοὺς βοῶντας λαβεῖν τε καὶ μηδὲν εἰς ἀναβολὰς ἀνελεῖν προαγαγόντας. [26] καὶ μὲν ἐκέλευε ταῦτα καὶ οἷς προσετέτακτο ἔπρασσον, πλεῖστοί τε ἦσαν οἱ ἐπὶ τοιούτοις ἀποθανόντες. καὶ δῆμος ἑώρα μέν, ἠνείχετο δὲ παυσάμενος τῆς βοῆς, ἐν ὀλίγῳ ἕνεκα τῶν χρημάτων ὀφθαλμοῖς ὁρῶντες τὴν ἐπὶ τοιούτοις παραίτησιν εἰς θάνατον αὐτοῖς φέρουσαν. [27] ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλ᾽ ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτ᾽ ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλ᾽ ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: