previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[324]

Ταῦτ᾽ ἀκούσας προφήτης ἀπήγγειλε τῷ θεῷ: δὲ τὸν λοιμὸν καὶ τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δ᾽ οὐ μονοτρόπως οὐδ᾽ ὥστε ῥᾴδιον κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δ᾽ αὐτοὺς αἰτίαις καὶ προφάσεσιν οὐδ᾽ ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν. [325] ἄλλος γὰρ ἐπ᾽ ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετ᾽ ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδ᾽ εἰς κηδείαν ὑπολειπομένων, ἀλλ᾽ ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων: [326] οἱ δ᾽ αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς ταφαῖς. ἀπώλοντο δ᾽ ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας ἀρίστου μυριάδες ἑπτά. [327] ἐξέτεινε δὲ ἄγγελος τὴν χεῖρα καὶ ἐπὶ τὰ Ἱεροσόλυμα τὸ δεινὸν κἀκεῖσε πέμπων. δὲ βασιλεὺς σάκκον ἐνδεδυμένος ἔκειτο κατὰ τῆς γῆς ἱκετεύων τὸν θεὸν καὶ δεόμενος ἤδη λωφῆσαι καὶ τοῖς ἀπολωλόσιν ἀρκεσθέντα παύσασθαι: ἀναβλέψας δ᾽ εἰς τὸν ἀέρα βασιλεὺς καὶ θεασάμενος τὸν ἄγγελον δι᾽ αὐτοῦ φερόμενον ἐπὶ τὰ Ἱεροσόλυμα καὶ μάχαιραν ἐσπασμένον εἶπε πρὸς τὸν θεόν, [328] ὡς αὐτὸς εἴη κολασθῆναι δίκαιος ποιμήν, τὰ δὲ ποίμνια σώζεσθαι μηδὲν ἁμαρτόντα, καὶ ἠντιβόλει τὴν ὀργὴν εἰς αὐτὸν καὶ τὴν γενεὰν αὐτοῦ πᾶσαν ἀποσκήπτειν, φείδεσθαι δὲ τοῦ λαοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: