Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
β
τῶν Ἰωσήπου ἱστοριῶν τῆς
Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν
Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιη
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιθ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
κ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
whiston chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:




















Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[379]
Ὁ δὲ καὶ πρὸς τὸν βασιλέα μετὰ πάσης παρρησίας ὠσάμενος
μόνος μόνῳ λέγειν ἠξίου, καὶ συγχωρήσαντος ‘οὐ δυνάμενος,
εἶπεν, ὦ βασιλεῦ, διακαρτερεῖν ἐπὶ τοιούτῳ πάθει τὴν τολμηρὰν
ταύτην παρρησίαν, ἀναγκαίαν δὲ σοὶ καὶ συμφέρουσαν, εἰ λάβοις
τι χρήσιμον ἐξ αὐτῆς, προύκρινα τῆς ἐμῆς ἀσφαλείας.
[380]
ποῖ ποτε
οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ
ὁ περιττὸς ἐκεῖνος νοῦς, ᾧ πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ
ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία;
[381]
κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς
συγγενεῖς εἶναι ἢ φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ
ποτὲ βασιλείᾳ. σὺ δ᾽ οὐ σκέψει τί τὸ πραττόμενόν
ἐστιν;
[382]
δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν
ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ᾽ ἑνὶ παιδὶ
κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς
τοσαυτάκις ἤδη κατέγνωκας θάνατον;
[383]
οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν
ὄχλων ἡ σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, ἥ τε
στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων,
μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν;’
[384]
ἤκουεν τούτων
ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί
δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς
τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας.
[385]
αὖθις δὲ ὁ
μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ:
τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ
Ἡρώδης ἐνεπίμπλατο,
[386]
καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν ἢ πρὸς τὸ
συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας
καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ
τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν
ἐν φυλακῇ.
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.
Tufts University provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references in general dictionaries to this page
(1):
- LSJ, ὑπεκ-πίπτω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences