previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[179]

Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις: εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. [180] παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπ᾽ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δ᾽ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς. [181] ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπ᾽ Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν: [182] δοκεῖ γὰρ ἐπιεικὴς καὶ μέτριος ἐν πᾶσιν γενέσθαι καὶ τὰ πλεῖστα τῆς ἀρχῆς ὑπὸ διοικηταῖς ἄγειν, οὐ πολυπράγμων οὐδὲ δεινὸς ὢν βασιλείας ἐπιστατεῖν, Ἀντιπάτρῳ τε καὶ Ἡρώδῃ μέχρι τοῦδε προελθεῖν ἐγένετο διὰ τὴν ἐπιείκειαν τὴν ἐκείνου, καὶ τὸ πέρας οὔτε δίκαιον οὔτ᾽ εὐσεβὲς ἐξ αὐτῶν εὕρατο τοιούτου τέλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: