previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[348]

Κλεοπάτρα δ᾽ ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε Ἰουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον, [349] ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπ᾽ αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ Ἀνανίαν τοὺς Ἰουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο. [350] κελεύσασα δὲ τὸν υἱὸν Ἀλέξανδρον στόλῳ μεγάλῳ παραπλεῖν εἰς Φοινίκην Κλεοπάτρα μετὰ πάσης αὐτὴ τῆς δυνάμεως ἧκεν εἰς Πτολεμαΐδα, μὴ δεξαμένων δὲ αὐτὴν τῶν Πτολεμαιῶν πολιορκεῖ τὴν πόλιν. [351] Πτολεμαῖος δ᾽ ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν: ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: