previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[131]

Τῶν δὲ Μαδιηνιτῶν πεμψάντων τὰς θυγατέρας κατὰ τὴν ἐκείνου παραίνεσιν οἱ τῶν Ἑβραίων ἁλίσκονται νέοι τῆς εὐπρεπείας αὐτῶν καὶ παραγενόμενοι εἰς λόγους αὐταῖς παρεκάλουν μὴ φθονεῖν αὐτοῖς τῆς τοῦ κάλλους αὐτῶν ἀπολαύσεως μηδὲ τῆς τοῦ πλησιάζειν συνηθείας: αἱ δ᾽ ἀσμένως δεξάμεναι τοὺς λόγους συνῄεσαν αὐτοῖς. [132] ἐνδησάμεναι δ᾽ αὐτοὺς τῷ πρὸς αὐτὰς ἔρωτι καὶ τῆς ἐπιθυμίας ἀκμαζούσης περὶ ἀπαλλαγὴν ἐγίνοντο. τοὺς δ᾽ ἀθυμία πολλὴ πρὸς τὴν ἀναχώρησιν τῶν γυναικῶν κατέλαβε καὶ λιπαροῦντες ἐνέκειντο, μὴ σφᾶς καταλιπεῖν, ἀλλὰ γαμετὰς αὐτῶν ἐσομένας αὐτόθι μένειν καὶ δεσποίνας ἀποδειχθησομένας πάντων ὧν ὑπῆρχεν αὐτοῖς. [133] ταῦτα δὲ ὀμνύντες ἔλεγον καὶ θεὸν μεσίτην ὧν ὑπισχνοῦντο ποιούμενοι δακρύοντές τε καὶ πανταχόθεν αὑτοὺς ἐλεεινοὺς ταῖς γυναιξὶ κατασκευάζοντες εἶναι. αἱ δ᾽ ὡς δεδουλωμένους αὐτοὺς κατενόησαν καὶ τελέως ὑπὸ τῆς συνηθείας ἐχομένους, ἤρξαντο πρὸς αὐτοὺς λέγειν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: