previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[121]

Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας καὶ ὁπόσα μετὰ τῶν Φερώρου γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βασάνων ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα: πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸ τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφευρημένα: [122] οἱ γὰρ ἄνθρωποι κἂν εἴ τι κατὰ φόβον τοῦ Ἀντιπάτρου, μὴ διαδρὰς ἀμύνοιτο αὐτούς, σιγῇ παρεδίδοσαν, ὁρῶντες αὐτὸν ἐπιβατὸν ταῖς κατηγορίαις τῶν ἀρξάντων γεγονότα καὶ τὴν ποτὲ πολλὴν αὐτῷ συστᾶσαν τύχην προφανῶς αὐτὸν τοῖς ἐχθροῖς παραδεδωκυῖαν, οἳ καὶ ἀπλήστως μίσους τοῦ πρὸς αὐτὸν ἐνεφοροῦντο: [123] κατέσπευδε δὲ τότε οὔτι τῇ ἔχθρᾳ τῶν ἐπικεχειρηκότων κατηγορεῖν, ὡς μεγέθει τόλμης ὧν ἐπενόησεν κακιῶν καὶ δυσμενείας τῆς πρὸς τὸν πατέρα καὶ τοὺς ἀδελφούς, στάσεως καὶ ἀλληλοφθοριῶν ἀναπεπληκὼς τὸν οἶκον καὶ μήτε μίσει κατὰ δίκην μήτε φιλίᾳ δι᾽ εὔνοιαν χρώμενος, ἀλλ᾽ ὡς μελλήσοι αὐτῷ συμφέρειν: [124] ὧν ἁπάντων ἐκ πλέονος αὐτοῖς οἱ πολλοὶ προανεσκοπημένων, οἵπερ δὴ μάλιστα ἀρετῇ κρίνειν πεφύκασιν ἐπὶ τοῖς πράγμασιν διὰ τὸ καὶ ὀργῆς ἀπηλλαγμένως ἐπιψηφίζειν τοῖς γινομένοις, καταβοὰς ἐν τοῖς πρὶν εἱρχθέντες ποιεῖσθαι παραγενομένης ἀδείας ἐξέφερον εἰς μέσον ὁπόσα εἰδεῖεν. [125] πολύτροποί τε κακιῶν ἀποδείξεις ἦσαν οὐδαμόθεν ψεύδους αἰτίαν ἐγκαλεῖσθαι δυνάμεναι διὰ τὸ μήτ᾽ εὐνοίᾳ τῇ πρὸς Ἡρώδην λέγειν τοὺς πολλοὺς μήτε ὑποψίᾳ κινδύνων σιγῆς ἐφ᾽ οἷς ἔχοιεν εἰπεῖν ἐγκαλουμένης, ἀλλὰ τῷ πονηρά τε ἡγεῖσθαι τὰ πράγματα, καὶ τὸν Ἀντίπατρον οὐκ ἀσφαλείᾳ τῇ Ἡρώδου, πονηρίᾳ δὲ τῇ αὐτοῦ πάσης ἄξιον τιμωρίας. [126] πολλά τε ἦν καὶ παρὰ πολλῶν οἷς μὴ παρήγγελτο εἰπεῖν ἀγορευόμενα, ὥστε τὸν Ἀντίπατρον καίπερ ἐπὶ πλεῖστον πάντα δεινότατον ὄντα ψεύσασθαι καὶ ἀπερυθριάσαι μηδὲ ὅσον ἀπὸ φωνῆς ἐπ᾽ ἀντιλέξει τὴν ἰσχὺν εἰσφέρεσθαι. [127] Νικολάου τε παυσαμένου τῶν τε λόγων καὶ τῶν ἐλέγχων Οὔαρος ἐκέλευσεν Ἀντίπατρον ἐπ᾽ ἀπολογίᾳ τῶν ἐγκλημάτων χωρεῖν, εἴ τινες αὐτῷ παρασκευαὶ τοῦ μὴ ἐνόχῳ τοῖς ἐπιφερομένοις εἶναι, καὶ γὰρ αὐτὸς εὔχεσθαι τὸν πατέρα εἰδέναι τῶν ὁμοίων εὐχόμενον μηδὲν αὐτὸν ἀδικοῦντα φωρᾶν. [128] δ᾽ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος τε τῷ θεῷ καὶ πᾶσι προτιθεὶς τὸ ἐπιμαρτυρῆσον αὐτῷ μηδὲν ἀδικεῖν, τεκμηρίοις ἐμφανέσι παραστῆσαι μὴ οὐκ ἐπίβουλον αὐτὸν τοῦ πατρὸς γεγονέναι, [129] εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατ᾽ ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν. [130] δὴ καὶ τῷ Ἀντιπάτρῳ συμβεβήκει: τὰ πάντα γὰρ ὡς ἐν ἐρημίᾳ τοῦ θείου διαπεπραγμένος, κατειργούσης αὐτὸν πανταχόθεν τῆς δίκης ἀπορίᾳ τῶν ἀλλαχόθεν δικαιωμάτων, οἷς ἀπολύσαιτο τὰ ἐγκεκλημένα, αὖθις ἐνεπαροίνει τῇ ἀρετῇ τοῦ θείου, μαρτυρίαν ἐπισκήπτων αὐτῷ περὶ ἰσχύι τῇ ἐκείνου περιτο ἕως εἰς μέσους παραγαγόντος ὁπόσα ἐπὶ τῷ πατρὶ πράσσειν τολμᾶν οὐκ ἐνέλιπεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: