previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[215]

Νυκτὸς δὲ πέμψας βασιλεὺς ἐκέλευσεν αὐτὸν ἄχρι τῆς ἕω φυλάττεσθαι μὴ καὶ λάθῃ παντελῶς ἀφανὴς γενόμενος, ἵνα παραγενόμενος εἰς τὸ δικαστήριον καὶ κρίσει παραδοὺς ἀποκτείνῃ. Μελχὰ δὲ γυνὴ Δαυίδου θυγάτηρ δὲ τοῦ βασιλέως τὴν τοῦ πατρὸς μαθοῦσα διάνοιαν τῷ ἀνδρὶ παρίσταται δειλὰς ἔχουσα τὰς περὶ αὐτοῦ ἐλπίδας καὶ περὶ τῆς ἰδίας ψυχῆς ἀγωνιῶσα: οὐδὲ γὰρ αὑτὴν ζῆν ὑπομενεῖν ἐκείνου στερηθεῖσαν. [216] καίμή σε, φησίν, ἥλιος ἐνταυθοῖ καταλάβῃ: οὐ γὰρ ἔτ᾽ ὄψεταί σε. φεῦγε δ᾽ ἕως τοῦτό σοι δύναται παρασχεῖν παροῦσα νύξ: καὶ ποιήσει δέ σοι ταύτην θεὸς μακροτέραν: ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον.’ καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν: [217] ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμ᾽ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν. [218] ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι: βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ. [219] μεμφομένου δὲ τοῦ πατρὸς αὐτήν, ὅτι σώσειε μὲν τὸν ἐχθρὸν αὐτοῦ κατασοφίσαιτο δ᾽ αὐτόν, ἀπολογίαν σκήπτεται πιθανήν: ἀπειλήσαντα γὰρ αὐτὴν ἀποκτείνειν ἔφησε τυχεῖν ἐκ τοῦ δέους τῆς πρὸς τὸ σωθῆναι συνεργίας: ὑπὲρ ἧς συγγνῶναι καλῶς ἔχειν αὐτῇ κατ᾽ ἀνάγκην ἀλλὰ μὴ κατὰ προαίρεσιν γενομένης: ‘οὐ γὰρ οὕτως, ἔλεγεν, οἶμαι τὸν ἐχθρὸν ἐζήτεις ἀποθανεῖν, ὡς ἐμὲ σώζεσθαι.’ καὶ συγγινώσκει δὲ τῇ κόρῃ Σαοῦλος. [220] δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπ᾽ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτ᾽ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτ᾽ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλ᾽ ἐν ἅπασι μετὰ τοῦ θυμοῦ καὶ ἐπιτυχής. τοῦτο δ᾽ ἦν αἴτιον Σαούλῳ τῆς πρὸς Δαυίδην ἀπεχθείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: