previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη: καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δ᾽ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δ᾽ ἐγένοντο πολλοί: καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. [85] Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθ᾽ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι: αἰσθόμενοι δ᾽ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη: ἐδόκει δ᾽ ἀναθέμενος Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ στρατὸς ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δ᾽ ἐν παρόδῳ Σύεσσαν, τὰ Σύλλεια ᾕρητο, καταλαβόντος μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν. καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν Σκιπίων, ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.

[86] Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων Σύλλας ἀπέπεμπεν ἀπαθῆ. καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλιας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δ᾽ αὐτῷ προιόντος οὐδ᾽ ἐς ἀπόκρισιν ῾ὁ γάρ τοι Νωρβανός, ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν̓ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν: τὸ δ᾽ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατ᾽ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο: καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος τῶν ὑπάτων Σύλλα πέμψαντος εἶναι, τὸ δ᾽ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, δι᾽ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δ᾽ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν: καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δ᾽ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδ᾽ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.

[87] τοῦ δ᾽ ἐπιόντος ἔτους ὕπατοι μὲν ἐγενέσθην Παπίριός τε Κάρβων αὖθις καὶ Μάριος ἀδελφιδοῦς Μαρίου τοῦ περιφανοῦς, ἑπτὰ καὶ εἴκοσιν ἔτη γεγονώς: χειμὼν δὲ καὶ κρύος πολὺ γενόμενον ἅπαντας ἀλλήλων διέστησεν. ἀρχομένου δ᾽ ἦρος περὶ τὸν Αἰσῖνον ποταμὸν ἐξ ἠοῦς ἐπὶ μεσημβρίαν ἀγὼν καρτερὸς ἐγένετο Μετέλλῳ τε καὶ Καρρίνᾳ, Κάρβωνος στρατηγῷ, πρὸς ἀλλήλους: καὶ φεύγει μὲν Καρρίνας πολλοῦς ἀποβαλών, τὰ δὲ περίοικα πάντα ἐς τὸν Μέτελλον ἀπὸ τῶν ὑπάτων μετετίθετο. Μέτελλον δὲ Κάρβων καταλαβὼν ἐφρούρει περικαθήμενος, ἔστε Μάριον τὸν ἕτερον ὕπατον μεγάλῃ μάχῃ περὶ Πραινεστὸν ἡττῆσθαι πυθόμενος ἀνεστρατοπέδευεν ἐς Ἀρίμινον. καὶ τοῦδε μὲν Πομπήιος τῆς οὐραγίας ἐξαπτόμενος ἠνώχλει, δὲ περὶ Πραινεστὸν ἧσσα ὧδε ἐγένετο. Σύλλα Σήτιον καταλαβόντος, Μάριος ἀγχοῦ στρατοπεδεύων ὑπεχώρει κατ᾽ ὀλίγον, ὡς δ᾽ ἦλθεν ἐπὶ τὸν καλούμενον Ἱερὸν λιμένα, ἐξέτασσεν ἐς μάχην καὶ ἠγωνίζετο προθύμως. ἀρχομένου δ᾽ ἐνδιδόναι τοῦ λαιοῦ μέρους, σπεῖραι πέντε πεζῶν καὶ δύο ἱππέων οὐκ ἀναμείνασαι τὴν τροπὴν ἐκφανῆναι τά τε σημεῖα ἔρριψαν ὁμοῦ καὶ πρὸς τὸν Σύλλαν μετετίθεντο. καὶ τόδ᾽ εὐθὺς ἦρχε τῷ Μαρίῳ δυσχεροῦς ἥττης. κοπτόμενοι γὰρ ἐς Πραινεστὸν ἔφευγον ἅπαντες, ἑπομένου τοῦ Σύλλα σὺν δρόμῳ. καὶ οἱ Πραινέστιοι τοὺς μὲν πρώτους αὐτῶν εἰσεδέξαντο, Σύλλα δ᾽ ἐπικειμένου τὰς πύλας ἀπέκλεισαν καὶ Μάριον καλῳδίοις ἀνιμήσαντο. πολὺς δ᾽ ἄλλος ἐκ τοῦδε περὶ τοῖς τείχεσιν ἐγίγνετο φόνος, καὶ πλῆθος αἰχμαλώτων Σύλλας ἔλαβεν, ὧν τοὺς Σαυνίτας ἔκτεινε πάντας ὡς αἰεὶ χαλεποὺς Ῥωμαίοις γενομένους.

[88] ταῖς δ᾽ αὐταῖς ἡμέραις καὶ Μέτελλος ἐνίκα ἕτερον Κάρβωνος στρατόν, πέντε κἀνταῦθα σπειρῶν ἐν τῷ ἔργῳ σεσωσμένων ἐς Μέτελλον. πομπήιός τε Μάρκιον ἐνίκα περὶ πόλιν Σήνας καὶ τὴν πόλιν διήρπαζεν. δὲ Σύλλας τὸν Μάριον ἐς Πραινεστὸν κατακλείσας τὴν πόλιν ἀπετάφρευε καὶ ἀπετείχιζεν ἐκ μακροῦ διαστήματος καὶ Λουκρήτιον Ὀφέλλαν ἐπέστησε τῷ ἔργῳ, ὡς οὐκέτι μάχη παραστησόμενος Μάριον, ἀλλὰ λιμῷ. Μάριος δὲ οὐδὲν χρηστὸν ἔτι προσδοκῶν τοὺς ἰδίους ἐχθροὺς ἠπείγετο προανελεῖν καὶ Βρούτῳ στρατηγοῦντι τῆς πόλεως ἐπέστελλε τὴν σύγκλητον ὡς ἐπὶ ἄλλο συναγαγεῖν καὶ κτεῖναι Πόπλιον Ἀντίστιον καὶ Παπίριον Κάρβωνα ἕτερον καὶ Λεύκιον Δομίτιον καὶ Μούκιον Σκαιόλαν, τὸν τὴν μεγίστην Ῥωμαίοις ἱερωσύνην ἱερωμένον. οἱ μὲν δὴ δύο τῶνδε ἀνῃρέθησαν ἐν τῇ βουλῇ, καθὰ Μάριος προσέταξε, τῶν σφαγέων ἐς τὸ βουλευτήριον ἐσαχθέντων: Δομίτιος δ᾽ ἐκτρέχων παρὰ τὴν ἔξοδον ἀνῃρέθη, καὶ μικρὸν πρὸ τοῦ βουλευτηρίου Σκαιόλας. τά τε σώματα αὐτῶν ἐς τὸν ποταμὸν ἐρρίφη: ἐπεπόλαζε γὰρ ἤδη μὴ καταθάπτεσθαι τοὺς ἀναιρουμένους. Σύλλας δὲ στρατὸν ἐς Ῥώμην κατὰ μέρη δι᾽ ἑτέρων καὶ ἑτέρων ὁδῶν περιέπεμπεν, ἐντελλόμενος τὰς πύλας καταλαβεῖν, εἰ δὲ ἀποκρουσθεῖεν, ἐπὶ Ὄστια χωρεῖν. τοὺς δὲ αἵ τε πόλεις παροδεύοντας ξὺν φόβῳ προσεδέχοντο, καὶ τὸ ἄστυ προσιοῦσι τὰς πύλας ἀνέῳξαν, ὑπό τε λιμοῦ πιεζούμενοι καὶ τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι.

[89] Σύλλας δ᾽ ὡς ἔμαθεν, αὐτίκα ἐπελθὼν τὴν μὲν στρατιὰν ἵδρυσε πρὸ τῶν πυλῶν ἐν τῷ Ἀρείῳ πεδίῳ, αὐτὸς δ᾽ εἴσω παρῆλθεν, ἐκφυγόντων τῶν ἀντιστασιωτῶν ἁπάντων. καὶ τὰ μὲν τούτων αὐτίκα ἐδημεύετο καὶ διεπιπράσκετο, τὸν δὲ δῆμον ἐς ἐκκλησίαν συναγαγὼν τήν τε ἀνάγκην τῶν παρόντων ὠλοφύρετο καὶ θαρρεῖν προσέταξεν ὡς αὐτίκα τῶνδε παυσομένων καὶ τῆς πολιτείας ἐς τὸ δέον ἐλευσομένης. διοικησάμενος δ᾽ ὅσα ἤπειγε καὶ τῇ πόλει τινὰς ἐπιστήσας τῶν ἑαυτοῦ ἐξώρμησεν ἐς Κλούσιον, ἔνθα τοῦ πολέμου τὰ λοιπὰ ἤκμαζεν. ἐν δὲ τούτῳ τοῖς ὑπάτοις προσεγένοντο ἱππεῖς Κελτίβηρες, ὑπὸ τῶν ἐν Ἰβηρίᾳ στρατηγῶν ἀπεσταλμένοι, καὶ γενομένης παρὰ τὸν Γλάνιν ποταμὸν ἱππομαχίας μὲν Σύλλας ἔκτεινεν ἐς πεντήκοντα τῶν πολεμίων, διακόσιοι δὲ καὶ ἑβδομήκοντα τῶνδε τῶν Κελτιβήρων ηὐτομόλησαν ἐς Σύλλαν: καὶ τοὺς λοιποὺς Κάρβων ἀνεῖλεν, εἴτε χαλεπήνας τῆς τῶν ὁμοεθνῶν αὐτομολίας εἴτε δείσας περὶ ὁμοίου. τοῦ δ᾽ αὐτοῦ χρόνου περὶ Σατουρνίαν ἑτέρῳ μέρει τοὺς ἐχθροὺς Σύλλας ἐνίκα, καὶ Μέτελλος ἐπὶ Ῥάβενναν περιπλέων τὴν Οὐριτανὴν χώραν, πεδιάδα καὶ πυροφόρον οὖσαν, προκατελάμβανεν. ἔς τε Νέαν πόλιν ἐκ προδοσίας νυκτὸς ἕτεροι τῶν Συλλείων ἐσελθόντες ἔκτειναν ἅπαντας χωρὶς ὀλίγων διαφυγόντων καὶ τὰς τριήρεις τῆς πόλεως ἔλαβον. αὐτῷ δὲ Σύλλᾳ καὶ Κάρβωνι περὶ Κλούσιον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν γίγνεται μάχη καρτερά: καὶ φανέντες ἀλλήλοις ἰσόμαχοι μετὰ σκότους διεκρίθησαν.

[90] ἐν δὲ τῷ πωλητίῳ πεδίῳ Πομπήιος καὶ Κράσσος, ἄμφω Σύλλα στρατηγοί, κτείνουσι τῶν Καρβωνείων εἰς τρισχιλίους καὶ Καρρίναν τὸν ἀντιστρατηγοῦντα σφίσιν ἐπολιόρκουν, ἔστε Κάρβων μὲν ἕτερον τῷ Καρρίνᾳ στρατὸν ἔπεμψεν: δὲ Σύλλας αἰσθόμενος καὶ ἐφεδρεύσας ἔκτεινεν αὐτῶν παροδ υόντων ἐς δισχιλίους, καὶ Καρρίνας δὲ νυκτός, ὕδατός τε ὄντος ἐξ οὐρανοῦ πολλοῦ καὶ σκότους, αἰσθομένων μέν τι τῶν περικαθημένων, διὰ δὲ τὸν ὄμβρον ἀμελούντων, διέφυγε. καὶ Κάρβων ἐς Πραινεστὸν Μαρίῳ τῷ συνάρχῳ Μάρκιον ἔπεμπεν, ὀκτὼ τέλη στρατιᾶς ἄγοντα, πυνθανόμενος αὐτὸν ὑπὸ λιμοῦ κακοπαθεῖν: οἷς Πομπήιος ἐξ ἐνέδρας ἐν στενῷ προσπεσὼν τρέπεταί τε καὶ πολλοὺς διαφθείρας ἐς λόφον συνέκλεισε τοὺς λοιπούς. ἐξ οὗ Μάρκιος μὲν οὐ σβέσας τὸ πῦρ ἀπεδίδρασκεν, δὲ στρατὸς αὐτῷ τὴν αἰτίαν τῆς ἐνέδρας προστιθεὶς ἐστασίασε χαλεπῶς, καὶ τέλος μὲν ὑπὸ τοῖς σημείοις ὅλον ἄνευ παραγγέλματος ἐπανῆλθεν ἐς Ἀρίμινον, οἱ λοιποὶ δ᾽ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθησαν, ὡς ἑπτὰ σπείρας τῷ στρατηγῷ μόνας παραμεῖναι.

καὶ Μάρκιος μὲν ὧδε πράξας κακῶς ἐς Κάρβωνα ἐπανῄει, Μᾶρκον δὲ Λαμπώνιον ἐκ Λευκανίας καὶ Πόντιον Τελεσῖνον ἐκ τῆς Σαυνίτιδος καὶ τὸν Καπυαῖον Γοῦτταν, μεθ᾽ ἑπτὰ μυριάδων ἐπειγομένους Μάριον ἐξελέσθαι τῆς πολιορκίας, Σύλλας ἐν τοῖς στενοῖς, μόνῃ διαβατὸν ἦν, ἀπέκλειε τῆς παρόδου. καὶ Μάριος, ἀπογινώσκων ἤδη τὰς ἔξωθεν ἐπικουρίας, φρούριον ἐν τῷ μεταιχμίῳ μεγάλῳ ὄντι ἤγειρεν, ἐς καὶ μηχανὰς καὶ στρατιὰν συναγαγὼν ἐπεχείρει βιάσασθαι τὸν Λουκρήτιον. πολυημέρου δ᾽ αὐτῷ καὶ ποικίλης τῆς πείρας γενομένης, οὐδὲν ἀνύων ἐς Πραινεστὸν αὖθις συνεκλείετο.

[91] καὶ περὶ τὰς αὐτὰς ἡμέρας ἐν Φαυεντίᾳ Κάρβων καὶ Νωρβανὸς ἐξ ὁδοῦ βραχὺ πρὸ ἑσπέρας ἐπὶ τὸ Μετέλλου στρατόπεδον ἐλθόντες, λοιπῆς οὔσης ὥρας μιᾶς καὶ ἀμπέλων πυκνῶν περικειμένων, ἀνοήτως μάλα ὑπὸ ὀργῆς ἐς μάχην ἐξέταττον, ἐλπίσαντες Μέτελλον τῷ παραλόγῳ καταπλήξειν. ἡττώμενοι δὲ ὡς ἐν ἀφυεῖ χωρίῳ τε καὶ ὥρᾳ καὶ ἐς τὰ φυτὰ ἐμπίπτοντες ἐφθείροντο κατὰ πλῆθος, ὡς ἀπολέσθαι μὲν ἀμφὶ τοὺς μυρίους, αὐτομολῆσαι δ᾽ ἐς ἑξακισχιλίους καὶ τοὺς λοιποὺς διαρριφῆναι, μόνων ἐν τάξει χιλίων ἐπανελθόντων ἐς Ἀρίμινον. τέλος δ᾽ ἄλλο Λευκανῶν ἀγόμενον ὑπὸ Ἀλβενουανοῦ, τῆς ἥττης πυθόμενον, μετεχώρει πρὸς Μέτελλον δυσχεραίνοντος Ἀλβενουανοῦ. δὲ τότε μὲν οὐ κατασχὼν τῆς ὁρμῆς αὑτὸν ἐς Νωρβανὸν ἐπανῆλθεν, οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον κρύφα τῷ Σύλλᾳ κοινολογησάμενος καὶ λαβὼν ἄδειαν, εἴ τι πράξειεν ἀξιόλογον, ἐπὶ ἑστίασιν ἐκάλει Νωρβανόν τε καὶ τοὺς συνόντας αὐτῷ στρατηγούς, Γάιον Ἀντίπατρον καὶ Φλάυιον Φιμβρίαν, ἀδελφὸν τοῦδε τοῦ περὶ τὴν Ἀσίαν ἑαυτὸν ἀνελόντος, ὅσοι τε ἄλλοι τῶν Καρβωνείων στρατηγοὶ τότε παρῆσαν. ὡς δ᾽ ἀφίκοντο χωρίς γε Νωρβανοῦ ῾μόνος γὰρ οὐκ ἀφίκετὀ, πάντας αὐτοὺς Ἀλβενουανὸς ἔκτεινεν ἐπὶ τῆς διαίτης καὶ ἐς τὸν Σύλλαν διέφυγε. Νωρβανὸς δὲ καὶ Ἀρίμινον ἐπὶ τῇδε τῇ συμφορᾷ καὶ ἄλλα πολλὰ τῶν πλησίον στρατοπέδων ἐς τὸν Σύλλαν μεταχωρεῖν πυνθανόμενος τῶν τε παρόντων οἱ φίλων οὐδένα ἔτι πιστὸν οὐδὲ βέβαιον ὡς ἐν συμφοραῖς τιθέμενος, ἰδιωτικοῦ σκάφους ἐπιβὰς ἐς Ῥόδον διέπλευσεν: ὅθεν ὕστερον ἐξαιτούμενος ὑπὸ τοῦ Σύλλα, Ῥοδίων ἔτι ἀμφιγνοούντων, ἑαυτὸν ἐν ἀγορᾷ μέσῃ διέφθειρε.

[92] Κάρβων δὲ ἕτερα δύο τέλη στρατιωτῶν ἐς Πραινεστὸν ἄγειν ἔπεμπε Δαμάσιππον, ὑπερεπειγόμενος Μάριον ἐκλῦσαι τῆς πολιορκίας: ἀλλ᾽ οὐδ᾽ οὗτοι τὰ στενὰ διελθεῖν ἐδύναντο φυλασσόμενα ὑπὸ τοῦ Σύλλα. Γαλάται τε ὅσοι ἀπὸ Ῥαβέννης ἐπὶ τὰ Ἄλπεια παρήκουσιν, ἀθρόως ἐς Μέτελλον μετετίθεντο: καὶ Λεύκολλος ἑτέρους τῶν Καρβωνείων ἐνίκα περὶ Πλακεντίαν. ὧν Κάρβων πυνθανόμενος, τρισμυρίους ὅμως ἔτι ἔχων περὶ τὸ Κλούσιον καὶ δύο τέλη τὰ Δαμασίππου καὶ ἕτερα περὶ Καρρίναν καὶ Μάρκιον Σαυνιτῶν τε αὐτῷ χειρὶ πολλῇ προθύμως περὶ τὰ στενὰ κακοπαθούντων, ἀπογνοὺς ἁπάντων ἀσθενῶς ἔφευγε σὺν τοῖς φίλοις ἐς Λιβύην ἐξ Ἰταλίας ὕπατος ἔτι ὤν, ὡς Λιβύην παραστησόμενος ἀντὶ τῆς Ἰταλίας. τῶν δ᾽ ὑπολειφθέντων οἱ μὲν ἀμφὶ τὸ Κλούσιον Πομπηίῳ συνενεχθέντες ἐς μάχην ἀπέβαλον ἐς δισμυρίους, καὶ ὡς ἐπὶ συμφορᾷ μεγίστῃ καὶ τὸ λοιπὸν τοῦδε τοῦ στρατοῦ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθη: Καρρίνας δὲ καὶ Μάρκιος καὶ Δαμάσιππος οἷς εἶχον ἅπασιν ἐπὶ τὰ στενὰ ἐχώρουν ὡς ὁμοῦ τοῖς Σαυνίταις βιασόμενοι πάντως αὐτὰ περᾶσαι. οὐ δυνηθέντες δὲ οὐδ᾽ ὥς, ἐφέροντο ἐς Ῥώμην ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ καὶ πρὸ σταδίων ἑκατὸν ἐστρατοπέδευον ἀμφὶ τὴν Ἀλβανῶν γῆν.

[93] δείσας οὖν Σύλλας περὶ τῇ πόλει τοὺς μὲν ἱππέας προύπεμψε κατὰ σπουδὴν ἐνοχλεῖν αὐτοῖς ὁδεύουσιν, αὐτὸς δ᾽ ἐπειχθεὶς ἀθρόῳ τῷ στρατῷ παρὰ ταῖς Κολλίναις πύλαις περὶ μεσημβρίαν ἐστρατοπέδευσεν, ἀμφὶ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἤδη καὶ τῶν πολεμίων περὶ τὴν πόλιν στρατοπεδευόντων. μάχης δ᾽ εὐθὺς αὐτοῖς περὶ δείλην ἑσπέραν γενομένης τῷ μὲν δεξιῷ Σύλλας ἐκράτει, τὸ δὲ λαιὸν ἡττώμενον ἐπὶ τὰς πύλας κατέφυγεν. οἱ δὲ γέροντες, ὄντες ἐπὶ τῶν τειχῶν, ὡς εἶδον αὐτοῖς συνεστρέχοντας τοὺς πολεμίους, τὰς πύλας καθῆκαν ἀπὸ μηχανῆς: αἱ δ᾽ ἐμπίπτουσαι πολλοὺς μὲν ἀπὸ τοῦ στρατοῦ διέφθειραν, πολλοὺς δ᾽ ἀπὸ τῆς βουλῆς, οἱ λοιποὶ δ᾽ ὑπὸ δέους καὶ ἀνάγκης ἀνέστρεφον ἐς τοὺς πολεμίους. καὶ νυκτὸς ὅλης ἀγωνισάμενοι πολὺ πλῆθος ἔκτειναν: ἔκτειναν δὲ καὶ τῶν στρατηγῶν Τελεσῖνόν τε καὶ Ἀλβῖνον καὶ τὰ στρατόπεδα αὐτῶν ἔλαβον. Λαμπώνιός τε Λευκανὸς καὶ Μάρκιος καὶ Καρρίνας ὅσοι τε ἄλλοι στρατηγοὶ τῆς Καρβωνείου στάσεως αὐτοῖς συνῆσαν, διέφυγον. καὶ θάνατος ἐκ τοῦδε τοῦ ἔργου πέντε μυριάδων ἐδόκει γενέσθαι παρ᾽ ἀμφοτέρων: τά τε αἰχμάλωτα ὀκτακισχιλίων πλείω γενόμενα Σύλλας, ὅτι Σαυνῖται τὸ πλέον ἦν, κατηκόντισε. μετὰ δὲ μίαν ἡμέραν αὐτῷ καὶ Μάρκιος καὶ Καρρινας ἁλόντες προσήγοντο: καὶ οὐδὲ τῶνδε φειδόμενος οἷα Ῥωμαίων ἔκτεινεν ἄμφω καὶ τὰς κεφαλὰς ἐς Πραινεστὸν Λουκρητίῳ περὶ τὰ τείχη περιενεγκεῖν ἔπεμψεν.

[94] Πραινέστιοι δὲ καὶ τάδε θεώμενοι καὶ τὸν Κάρβωνος στρατὸν ἀπολωλέναι πάντα πυνθανόμενοι αὐτόν τε Νωρβανὸν ἤδη φυγεῖν ἐξ Ἰταλίας καὶ τὴν ἄλλην Ἰταλίαν καὶ Ῥώμην ἐπ᾽ αὐτῇ Σύλλαν ἐκτενῶς κεχειρῶσθαι, τὴν πόλιν τῷ Λουκρητίῳ παρέδοσαν, Μαρίου καταδύντος ἐς τάφρους ὑπονόμους καὶ μετὰ βραχὺ καὶ ἀνελόντος ἑαυτόν. Λουκρήτιος μὲν δὴ Μαρίου τὴν κεφαλὴν ἐκτεμὼν ἔπεμπεν ἐς Σύλλαν: καὶ αὐτὴν Σύλλας ἐν ἀγορᾷ μέσῃ πρὸ τῶν ἐμβόλων θέμενος ἐπιγελάσαι λέγεται τῇ νεότητι τοῦ ὑπάτου καὶ εἰπεῖν: ‘ἐρέτην δεῖ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν.’ Λουκρήτιος δ᾽ ἐπεὶ Πραινεστὸν εἷλε, τῶν ἀπὸ τῆς βουλῆς ἐνταῦθα Μαρίῳ στρατηγούντων τοὺς μὲν αὐτίκα ἀνῄρει, τοὺς δ᾽ ἐς φυλακὴν ἐσέβαλλεν: οὓς Σύλλας ἐπελθὼν ἀνεῖλε. καὶ τοὺς ἐν Πραινεστῷ προσέταξε χωρὶς ὅπλων προελθεῖν ἅπαντας ἐς τὸ πεδίον καὶ προελθόντων τοὺς μὲν ἑαυτῷ τι χρησίμους γενομένους, ὀλίγους πάμπαν, ἐξείλετο, τοὺς δὲ λοιποὺς ἐκέλευσεν ἐς τρία ἀπ᾽ ἀλλήλων διαστῆναι, Ῥωμαίους τε καὶ Σαυνίτας καὶ Πραινεστίους: ἐπεὶ δὲ διέστησαν, τοῖς μὲν Ῥωμαίοις ἐπεκήρυξεν, ὅτι καὶ οἵδε ἄξια θανάτου δεδράκασι, καὶ συγγνώμην ἔδωκεν ὅμως, τοὺς δὲ ἑτέρους κατηκόντισεν ἅπαντας: γύναια δ᾽ αὐτῶν καὶ παιδία μεθῆκεν ἀπαθεῖς ἀπιέναι. καὶ τὴν πόλιν διήρπαζε, πολυχρήματον ἐν τοῖς μάλιστα τότε οὖσαν.

ὧδε μὲν δὴ καὶ Πραινεστὸς ἑάλω, Νῶρβα δ᾽, ἑτέρα πόλις, ἀντεῖχεν ἔτι ἐγκρατῶς, ἔστε Αἰμιλίου Λεπίδου νυκτὸς ἐς αὐτὴν ἐκ προδοσίας ἐσελθόντος διαγανακτήσαντες οἱ ἔνδον ἐπὶ τῇ προδοσίᾳ, οἱ μὲν ἑαυτοὺς ἀνῄρουν, οἱ δ᾽ ἀλλήλους ἑκόντες, οἱ δὲ καὶ βρόχοις συνεπλέκοντο: καὶ τὰς θύρας ἐνέφραττον ἕτεροι καὶ ἐνεπίμπρασαν ... ἄνεμός τε πολὺς ἐμπεσὼν ἐς τοσοῦτον αὐτὴν ἐδαπάνησεν, ὡς μηδὲν ἐκ τῆς πόλεως λάφυρον γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: