previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[50] καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλ᾽ εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γενονέναι ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δ᾽ ἐπὶ Ῥαβέννης, οἱ δ᾽ ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα: ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων ἐπιβᾶσα ἀνήγετο: καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον: καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.

[51] ἄλλῳ δ᾽ Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ φίλῳ ἔτι ὄντι φυλάξειν πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, Καληνὸς ἐτελεύτησε: καὶ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών, ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπ᾽ αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί.

μὲν δὴ Καῖσαρ ἑνὶ τῷδε ἔργῳ ἕνδεκα τέλη στρατοῦ καὶ χώρας τοσάσδε λαβὼν τοὺς ἡγεμόνας αὐτῶν παρέλυε τῆς ἀρχῆς καὶ ἰδίους ἐπιστήσας ἐς Ῥώμην ἀνέστρεφεν: [52] δὲ Ἀντώνιος χειμῶνος μὲν ἔτι τοὺς πρέσβεις κατεῖχε τοὺς ἀπὸ τῶν κληρουχιῶν πρὸς αὐτὸν ἐλθόντας, ἔτι ἐπικρύπτων, ἐφρόνει, ἦρι δ᾽ ἐκ μὲν Ἀλεξανδρείας ἐς Τύρον ὥδευεν, ἐκ δὲ Τύρου διαπλέων ἐπὶ Κύπρου καὶ Ῥόδου καὶ Ἀσίας ᾔσθετο τῶν ἐν τῇ Περυσίᾳ γεγονότων καὶ τὸν ἀδελφὸν ἐμέμφετο καὶ Φουλβίαν καὶ μάλιστα πάντων Μάνιον. Φουλβίαν μὲν οὖν εὗρεν ἐν Ἀθήναις, ἐκ Βρεντεσίου φυγοῦσαν: Ἰουλίαν δ᾽ αὐτῷ τὴν μητέρα Πομπήιος, ἐς αὐτὸν διαφυγοῦσαν, ἔπεμπεν ἐκ Σικελίας ἐπὶ νεῶν μακρῶν, καὶ παρέπεμπον αὐτὴν οἱ τῶν ἀμφὶ τὸν Πομπήιον ἄριστοι, Λεύκιός τε Λίβων, κηδεστὴς τοῦ Πομπηίου, καὶ Σατουρνῖνος καὶ ἕτεροι, ὅσοι χρῄζοντες τῆς Ἀντωνίου μεγαλοπραγίας ἠξίουν αὐτὸν συναλλαγέντα Πομπηίῳ σύμμαχον ἐπὶ Καίσαρι λαβεῖν Πομπήιον. δὲ αὐτοῖς ἀπεκρίνατο χάριν μὲν ἐπὶ τῇ μητρὶ γιγνώσκειν Πομπηίῳ καὶ ἀποτίσειν ἐν χρόνῳ, αὐτὸς δέ, εἰ μὲν πολεμοίη Καίσαρι, χρήσεσθαι Πομπηίῳ συμμάχῳ, εἰ δ᾽ ἐμμένοι τοῖς πρὸς αὑτὸν ὡμολογημένοις Καῖσαρ, πειράσεσθαι καὶ Πομπηίον Καίσαρι συναλλάξαι.

[53] μὲν ὧδε ἀπεκρίνατο, δὲ Καῖσαρ ἐς Ῥώμην ἀπὸ Κελτῶν ἐπανιὼν ᾔσθετο μὲν τῶν ἐς Ἀθήνας διαπεπλευκότων, τὸ δὲ τῆς ἀποκρίσεως ἀκριβὲς ἄρα οὐκ εἰδὼς ἐξώτρυνε τοὺς κληρούχους ἐπὶ τὸν Ἀντώνιον ὡς κατάγοντα μετὰ τῶν γεωργῶν Πομπήιον, ὧν αὐτοὶ τὰ χωρία ἔχουσιν: ἐς γὰρ δὴ Πομπήιον οἱ πλέονες τῶν γεωργῶν ἐπεφεύγεσαν. καὶ πιθανοῦ τοῦ διερεθίσματος ὄντος, οὐδ᾽ ὣς οἱ κληροῦχοι προθύμως ἐπὶ τὸν Ἀντώνιον ἐστράτευον: οὕτως δόξα τῶν ἐν Φιλίπποις γεγονότων ἐδημαγώγει τὸν Ἀντώνιον. δὲ Καῖσαρ Ἀντωνίου μὲν καὶ Πομπηίου καὶ Ἀηνοβάρβου κατὰ πλῆθος ὁπλιτῶν ὑπεροίσειν ἐνόμιζεν ῾ἦρχε γὰρ τελῶν ἐς τότε τεσσαράκοντα πλεόνων̓, ναῦν δὲ οὐδεμίαν ἔχων οὐδὲ καιρὸν ἐς ναυπηγίαν ὠρρώδει, ναῦς ἐκείνων ἐχόντων πεντακοσίας, μὴ τὴν Ἰταλίαν περιπλέοντες ἐς λιμὸν περιενέγκαιεν. ὧν ἐνθυμούμενος ῾ἐλέλεκτο δὲ αὐτῷ περὶ πολλῶν παρθένων ἐς γάμον̓ ἐπέστελλε Μαικήνᾳ συνθέσθαι Σκριβωνίᾳ, τῇ Λίβωνος ἀδελφῇ, τοῦ κηδεύοντος Πομπηίῳ, ἵν᾽ ἔχοι καὶ τήνδε ἀφορμὴν ἐς διαλύσεις, εἰ δεήσειεν. καὶ πυθόμενος Λίβων ἐπέστελλε τοῖς οἰκείοις ἐγγυᾶν αὐτὴν τῷ Καίσαρι προθύμως. δὲ Καῖσαρ τῶν Ἀντωνίου φίλων καὶ στρατῶν ὅσους ὑπώπτευε, διέπεμπεν ἐπὶ προφάσεων ἄλλους ἀλλαχοῦ καὶ Λέπιδον ἐς τὴν ἐψηφισμένην αὐτῷ Λιβύην, ἄγοντα τῶν Ἀντωνίου τελῶν τὰ ὑποπτότατα ἕξ.

[54] Λεύκιον δὲ καλέσας ἐπῄνει μὲν ἐς φιλαδελφίαν, εἰ τῇ Ἀντωνίου γνώμῃ ὑπομεμενηκὼς ἴδιον τὸ ἁμάρτημα ποιοῖτο, ὠνείδιζε δὲ ἐς ἀχαριστίαν, εἰ τοιούτου τυχὼν αὑτοῦ μηδὲ νῦν ὁμολογοίη περὶ Ἀντωνίου, σαφῶς ἤδη καὶ Πομπηίῳ συνθέσθαι λεγομένου. ‘ἐγὼ δέ σοι πιστεύων,’ ἔφη, ‘Καληνοῦ τελευτήσαντος τά τε ἔθνη τὰ ὑπ᾽ αὐτῷ καὶ τὸν στρατόν, ἵνα μὴ ἄναρχος εἴη, διὰ τῶν ἐμαυτοῦ φίλων διῴκουν Ἀντωνίῳ. ἀλλὰ νῦν ἐκφανείσης τῆς ἐνέδρας ἐκεῖνά τε ἐμαυτοῦ πάντα ποιοῦμαι καὶ σοὶ πρὸς τὸν ἀδελφὸν ἀπιέναι θέλοντι συγχωρῶ μετὰ ἀδείας.’ μὲν οὕτως εἶπεν, εἴτε πειρώμενος τοῦ Λευκίου, εἴτε τὸ λεχθὲν ἐκπεσεῖν ἐθέλων ἐς τὸν Ἀντώνιον: δὲ οἷα καὶ πρότερον εἶπε: ‘Φουλβίας μὲν ᾐσθόμην οὔσης μοναρχικῆς, ἐγὼ δὲ συνεχρώμην τοῖς τοῦ ἀδελφοῦ στρατοῖς ἐς τὴν ἁπάντων ὑμῶν καθαίρεσιν. καὶ νῦν, εἰ μὲν ἐπὶ καταλύσει τῆς μοναρχίας ἔρχοιτο ἀδελφός, καὶ φανερῶς καὶ λαθὼν οἰχήσομαι πρὸς αὐτόν, ἀγωνιούμενος αὖθις ὑπὲρ τῆς πατρίδος πρὸς σέ, καίπερ ἤδη μοι γενόμενον εὐεργέτην. εἰ δ᾽ ἐπιλέγοιτο κἀκεῖνος καὶ διακρίνοι τοὺς συμμοναρχήσοντας αὑτῷ, πολεμήσω σὺν σοὶ πρὸς αὐτόν, ἕως ἂν ἡγῶμαι μηδὲ σὲ μοναρχίαν καθίστασθαι: τὸ γὰρ τῆς πατρίδος αἰεὶ προθήσω καὶ χάριτος καὶ γένους.’ ὧδε μὲν Λεύκιος εἶπεν, δὲ Καῖσαρ αὐτὸν καὶ τέως ἐν θαύματι ἄγων οὐκ ἔφη μὲν οὐδὲ βουλόμενον ἐπάξεσθαι κατὰ ἀδελφοῦ, πιστεύσειν δὲ ὡς τοιῷδε ἀνδρὶ πᾶσαν Ἰβηρίαν καὶ τὸν ἐν αὐτῇ στρατόν, ὑποστρατηγούντων αὐτῷ τῶν νῦν ἡγουμένων αὐτῆς Πεδουκαίου τε καὶ Λευκίου.

οὕτω μὲν δὴ καὶ Λεύκιον Καῖσαρ ἀπέπεμπε σὺν τιμῇ καὶ διὰ τῶν ὑποστρατήγων ἐφύλασσεν ἀφανῶς: [55] Ἀντώνιος δὲ Φουλβίαν μὲν ἐν Σικυῶνι νοσηλευομένην ἀπέλιπεν, ἀπὸ δὲ Κερκύρας ἐς τὸν Ἰόνιον ἔπλει, στρατῷ μὲν οὐ πολλῷ ναυσὶ δὲ διακοσίαις, ἃς ἐν Ἀσίᾳ πεποίητο. πυθόμενος δὲ Ἀηνόβαρβον ἀπαντᾶν αὑτῷ ναυσὶ καὶ στρατῷ πολλῷ, οὐ δοκοῦντά τισιν οὐδ᾽ ἐπὶ ταῖς διαπεμφθείσαις σπονδαῖς εἶναι βέβαιον ῾ἦν γὰρ Ἀηνόβαρβος τῶν κατεγνωσμένων τε ἐκ δίκης ἐπὶ Γαΐῳ Καίσαρι φόνου καὶ προγεγραμμένων ἐπὶ τῇ καταδίκῃ καὶ ἐν Φιλίπποις Ἀντωνίῳ καὶ Καίσαρι πεπολεμηκότων̓, ὅμως ἔπλει, πέντε ναυσὶν ἐπιβὰς ταῖς ἀρίσταις, ἵνα φαίνοιτο πιστεύων, καὶ τὰς λοιπὰς ἐκ διαστήματος ἕπεσθαι κελεύσας. καθορωμένου δὲ ἤδη τοῦ Ἀηνοβάρβου παντί τε τῷ στρατῷ καὶ παντὶ τῷ στόλῳ μετ᾽ ὀξείας εἰρεσίας προσπλέοντος, ἔδεισεν Πλάγκος Ἀντωνίῳ παρεστὼς καὶ ἐπισχεῖν αὐτὸν ἠξίου τὸν πλοῦν καὶ προπέμψαι τινὰς ἐς πεῖραν ὡς πρὸς ἀμφίβολον ἄνδρα. δὲ εἰπὼν αἱρεῖσθαι παρασπονδούμενος ἀποθανεῖν μᾶλλον σῴζεσθαι δειλὸς ὀφθείς, ἔπλει. πλησίον τε ἦσαν ἀλλήλων ἤδη, καὶ αἱ ναυαρχίδες ἐκ τῶν σημείων ἐφαίνοντο καὶ ἀλλήλαις προσέπλεον: καὶ τῶν ῥαβδούχων ἡγούμενος Ἀντωνίῳ, κατὰ τὴν πρῷραν, ὥσπερ ἔθος ἐστίν, ἑστώς, εἴτ᾽ ἐκλαθόμενος, ὅτι ἀμφίβολος ἀνὴρ καὶ στρατοῦ κἀκεῖνος ἡγούμενος ἰδίου προσπλέοι, εἴτε ἀπὸ εὐγενεστέρου φρονήματος, ὡς ὑπηκόοις ἐλάσσοσιν ἀνδράσιν ὑπαντῶσι, προσέταξε καθελεῖν τὸ σημεῖον. οἱ δὲ καθῄρουν τε καὶ τὴν ναῦν ἐς τὰ πλάγια τῆς Ἀντωνίου νεὼς περιέστρεφον. ὡς δὲ καὶ συνιδόντες ἀλλήλους ἠσπάσαντο καὶ στρατὸς τοῦ Ἀηνοβάρβου τὸν Ἀντώνιον ἡγεμόνα προσεῖπεν, μὲν Πλάγκος ἀνεθάρρει μόλις, δὲ Ἀντώνιος ἐς τὴν ἑαυτοῦ ναῦν τὸν Ἀηνόβαρβον ἀναδεξάμενος ἐς Παλόεντα κατέπλευσεν, ἔνθα ἦν Ἀηνοβάρβῳ καὶ τὸ πεζόν. καὶ Ἀηνόβαρβος τῆς σκηνῆς ἐξίστατο Ἀντωνίῳ.

[56] ἐντεῦθεν ἐπὶ Βρεντεσίου διέπλεον, φυλασσομένου πρὸς πέντε Καίσαρος τάξεων, καὶ οἱ Βρεντέσιοι τὰς πύλας ἀπέκλειον, Ἀηνοβάρβῳ μὲν ὡς ἐκ πολλοῦ πολεμίῳ, Ἀντωνίῳ δὲ ὡς πολέμιον ἐπάγοντι. δὲ ἀγανακτῶν καὶ ἡγούμενος εἶναι τάδε καλλωπίσματα, τὸ δ᾽ ἀληθὲς ἀποκλείεσθαι πρὸς τῶν Καίσαρος φρουρῶν γνώμῃ Καίσαρος, διετάφρευε τῆς πόλεως τὸν ἰσθμὸν καὶ ἀπετείχιζεν. ἔστι δ᾽ πόλις χερρόνησος ἐν μηνοειδεῖ λιμένι, καὶ οὐκ ἦν ἔτι τοῖς ἐξ ἠπείρου προσελθεῖν ἀνάντει λόφῳ, διατετμημένῳ τε καὶ διατετειχισμένῳ. δὲ Ἀντώνιος καὶ τὸν λιμένα μέγαν ὄντα φρουρίοις πυκνοῖς περιεφράξατο καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἔς τε τὰ παράλια τῆς Ἰταλίας περιέπεμπεν, οἷς εἴρητο τὰ εὔκαιρα καταλαμβάνειν. ἐκέλευε δὲ καὶ Πομπήιον ἐπιπλεῖν τῇ Ἰταλίᾳ καὶ δρᾶν, τι δύναιτο. δὲ ἄσμενος αὐτίκα Μηνόδωρον σὺν ναυσὶ πολλαῖς καὶ στρατοῦ τέσσαρσι τέλεσιν ἐκπέμψας Σαρδὼ Καίσαρος οὖσαν καὶ τὰ ἐν αὐτῇ δύο τέλη περιέσπασε τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας. τῆς δὲ Ἰταλίας Σιποῦντα μὲν τῆς Αὐσονίας οἱ τοῦ Ἀντωνίου κατέλαβον, Θουρίους δὲ καὶ Κωνσεντίαν Πομπήιος ἐπολιόρκει καὶ τὴν χώραν ἐπενέμετο τοῖς ἱππεῦσιν.

[57] δὲ Καῖσαρ, ὀξείας καὶ πανταχοῦ τῆς ἐπιχειρήσεως γενομένης, ἐς μὲν τὴν Αὐσονίδα ἔπεμπεν Ἀγρίππαν ἐπικουρεῖν τοῖς πονουμένοις. καὶ Ἀγρίππας τοὺς ἐν ὁδῷ κληρούχους ἦγεν, ἐκ διαστήματος ἑπομένους ὡς ἐπὶ Πομπήιον ἰόντας: μαθόντες δὲ Ἀντωνίου γνώμῃ τὰ γιγνόμενα εἶναι, ἀνέστρεφον αὐτίκα διαλανθάνοντες. καὶ τοῦτο μάλιστα κατέπληξε τὸν Καίσαρα. ὁδεύων δ᾽ ὅμως ἐς τὸ Βρεντέσιον αὐτὸς μεθ᾽ ἑτέρου στρατοῦ, τοῖς κληρούχοις αὖθις ἐνετύγχανε καὶ μετεδίδασκε καὶ τοὺς ὑφ᾽ ἑαυτοῦ συνῳκισμένους ἦγεν, αἰδουμένους καὶ γνώμην ἐν ἀπορρήτῳ ποιουμένους Ἀντώνιον καὶ Καίσαρα συναλλάσσειν, εἰ δ᾽ Ἀντώνιος ἀπειθῶν πολεμοίη, Καίσαρι ἀμύνειν. δὲ Καῖσαρ ἐν μὲν Κανυσίῳ τινὰς ἡμέρας ἐνοσηλεύετο, παντὶ δὲ ὢν ἔτι κρείσσων Ἀντωνίου κατὰ τὸ πλῆθος, εὗρε τὸ Βρεντέσιον ἀποτετειχισμένον καὶ οὐδὲν ἄλλ᾽ παρεστρατοπέδευε καὶ τοῖς γιγνόμενοις ἐφήδρευεν.

[58] δ᾽ Ἀντώνιος ἐκράτει μὲν τοῖς ὀχυρώμασιν ὡς πολὺ μείονας ἔχων ἀσφαλῶς ἀπομάχεσθαι, ἐκάλει δὲ τὸν στρατὸν ἐκ Μακεδονίας κατὰ σπουδὴν καὶ ἐτέχναζεν ἑσπέρας ἀφανῶς ἀνάγεσθαι ναῦς μακράς τε καὶ στρογγύλας ἰδιωτικοῦ πλήθους, οἳ μεθ᾽ ἡμέραν ἄλλοι μετ᾽ ἄλλους κατέπλεον ὡπλισμένοι καθάπερ ἐκ Μακεδονίας ἐπιόντες, ἐφορῶντος αὐτῶν τὸν ἐπίπλουν τοῦ Καίσαρος. ἤδη δ᾽ αὐτῷ καὶ τὰ μηχανήματα γεγένητο, καὶ ἐπιχειρήσειν ἔμελλε τοῖς Βρεντεσίοις, ἀχθομένου τοῦ Καίσαρος, ὅτι μὴ εἶχεν ἐπαμύνειν. περὶ δὲ ἑσπέραν ἑκατέροις ἀγγέλλεται Σιποῦντα μὲν Ἀγρίππας ἀναλαβών, Πομπήιος δὲ Θουρίων μὲν ἀπεωσμένος, Κωνσεντίαν δ᾽ ἔτι περικαθήμενος, ἐφ᾽ οἷς Ἀντώνιος ἐδυσχέραινεν. ὡς δὲ καὶ Σερουίλιος ἀπηγγέλθη προσιὼν τῷ Καίσαρι μετὰ χιλίων καὶ πεντακοσίων ἱππέων, οὐ κατασχὼν τῆς ὁρμῆς Ἀντώνιος εὐθὺς ἀπὸ τοῦ δείπνου, μεθ᾽ ὧν εὗρεν ἑτοίμων φίλων καὶ ἱππέων τετρακοσίων, μάλα θρασέως ἐπειχθεὶς ἐπέπεσε τοῖς χιλίοις καὶ πεντακοσίοις εὐναζομένοις ἔτι περὶ πόλιν Ὑρίαν καὶ ἐκπλήξας ἀμαχεὶ παρέλαβέ τε καὶ αὐτῆς ἡμέρας ἐς τὸ Βρεντέσιον ἐπανήγαγεν. οὕτω τὸν Ἀντώνιον ὡς ἄμαχον ἐκ τῆς ἐν Φιλίπποις δόξης ἔτι κατεπεπλήγεσαν.

[59] αἵ τε στρατηγίδες αὐτοῦ τάξεις, ὑπὸ τῆσδε τῆς δόξης ἐπαιρόμεναι, προσεπέλαζον τῷ χάρακι τῷ Καίσαρος κατὰ μέρη καὶ τοὺς συνεστρατευμένους σφίσιν ὠνείδιζον, εἰ πολεμήσοντες ἥκοιεν Ἀντωνίῳ τῷ πάντας αὐτοὺς περισώσαντι ἐν Φιλίπποις. τῶν δὲ ἀντεπικαλούντων, ὅτι αὐτοὶ σφίσιν ἥκουσι πολεμήσοντες, λόγοι συνισταμένων ἐγίγνοντο, καὶ τὰ ἐγκλήματα ἀλλήλοις προύφερον, οἱ μὲν τὴν ἀπόκλεισιν τοῦ Βρεντεσίου καὶ τὴν ἀφαίρεσιν τοῦ Καληνοῦ στρατοῦ, οἱ δὲ τὴν ἀποτείχισιν τοῦ Βρεντεσίου καὶ πολιορκίαν καὶ τὴν τῆς Αὐσονίδος καταδρομὴν καὶ τὸ συνθέσθαι μὲν Ἀηνοβάρβῳ σφαγεῖ Γαΐου Καίσαρος, συνθέσθαι δὲ Πομπηίῳ κοινῷ πολεμίῳ. καὶ τέλος οἱ τοῦ Καίσαρος τὴν γνώμην σφῶν τοῖς ἑτέροις ἀνεκάλυπτον, ὅτι Καίσαρι συνέλθοιεν οὐκ ἀμνημονοῦντες Ἀντωνίου τῆς ἀρετῆς, ἀλλὰ διαλλαγὰς ἐπινοοῦντες ἀμφοτέροις Ἀντώνιον ἀπειθοῦντα καὶ πολεμοῦντα ἀμυνούμενοι. καὶ τάδε καὶ αὐτοὶ προσπελάζοντες τοῖς Ἀντωνίου χαρακώμασι προύλεγον.

γιγνομένων δὲ τούτων ἀγγέλλεται Φουλβία τεθνεῶσα, λεγομένη μὲν ἐπὶ ταῖς Ἀντωνίου μέμψεσιν ἀθυμῆσαι καὶ ἐς τὴν νόσον ἐμπεσεῖν, νομιζομένη δὲ καὶ τὴν νόσον ἑκοῦσα ἐπιτρῖψαι διὰ τὴν ὀργὴν Ἀντωνίου: νοσοῦσάν τε γὰρ αὐτὴν ἀπολελοίπει καὶ οὐδὲ ἀπολείπων ἑωράκει. ἐδόκει δ᾽ ἀμφοτέροις ἐς πολλὰ συνοίσειν θάνατος, γυναίου φιλοπράγμονος ἀπηλλαγμένοις, διὰ τὸν Κλεοπάτρας ζῆλον ἐξερρίπισε τοσόνδε πόλεμον. τό γε μὴν πάθος ἀσθενῶς ἤνεγκεν Ἀντώνιος, ἡγούμενός τι καὶ αἴτιος γεγονέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: