previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4]

Παραλαβόντος γὰρ τὴν βασιλείαν Ὑρκανοῦ τῷ τρίτῳ ἔτει τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος, ὑπατεύοντος Ῥωμαίων Κυίντου Ὁρτησίου καὶ Κυίντου Μετέλλου, ὃς δὴ καὶ Κρητικὸς ἐπεκαλεῖτο, πόλεμον εὐθὺς ἐκφέρει πρὸς αὐτὸν Ἀριστόβουλος, καὶ τῆς μάχης αὐτῷ γενομένης πρὸς Ἱεριχοῦντι πολλοὶ τῶν στρατιωτῶν αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτομολοῦσιν. [5] οὗ γενομένου φεύγει πρὸς τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών. [6] καὶ λόγους ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν ὑπάρχουσαν αὐτῷ κτῆσιν. [7] ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δ᾽ ὡς ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: