previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17]

Ὁδοὺς μὲν δὴ τρεῖς θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας δι᾽ ἐκείνων δι᾽ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον. [18] ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν. [19] αἰτία δ᾽ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετ᾽ ἀδικίας ἐξαγόμενα: καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφ᾽ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων: πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις. [20] Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν. [21] Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαΐου προφερομένου, καὶ ἄλλως τὸ ἐφ᾽ ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαΐου τελευτὴν οὐ πάντ᾽ ἐλεύθερον ὑπολαμβάνων. [22] οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπ᾽ ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον: ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος. [23] παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαΐῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: