previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[408]

δὲ ἀρχιερέα μὲν ἀπεδείκνυεν Ὑρκανὸν διὰ τὴν ἡλικίαν, πολὺ μέντοι πλέον διὰ τὸ ἄπραγμον αὐτοῦ, καὶ πάντα τοῖς Φαρισαίοις ἐπέτρεπεν ποιεῖν, οἷς καὶ τὸ πλῆθος ἐκέλευσεν πειθαρχεῖν καὶ εἴ τι δὲ καὶ τῶν νομίμων Ὑρκανὸς πενθερὸς αὐτῆς κατέλυσεν ὧν εἰσήνεγκαν οἱ Φαρισαῖοι κατὰ τὴν πατρῴαν παράδοσιν, τοῦτο πάλιν ἀποκατέστησεν. [409] τὸ μὲν οὖν ὄνομα τῆς βασιλείας εἶχεν αὐτή, τὴν δὲ δύναμιν οἱ Φαρισαῖοι: καὶ γὰρ φυγάδας οὗτοι κατῆγον καὶ δεσμώτας ἔλυον καὶ καθάπαξ οὐδὲν δεσποτῶν διέφερον. ἐποιεῖτο μέντοι καὶ γυνὴ τῆς βασιλείας πρόνοιαν, καὶ πολὺ μισθοφορικὸν συνίστησιν, καὶ τὴν ἰδίαν δύναμιν ἀπέδειξεν διπλασίονα, ὡς καταπλῆξαι τοὺς πέριξ τυράννους καὶ λαβεῖν ὅμηρα αὐτῶν. [410] ἠρέμει δ᾽ χώρα πᾶσα πάρεξ τῶν Φαρισαίων: οὗτοι γὰρ ἐπετάρασσον τὴν βασίλειαν πείθοντες, ὅπως κτείνειεν τοὺς Ἀλεξάνδρῳ παραινέσαντας ἀνελεῖν τοὺς ὀκτακοσίους. εἶτα αὐτοὶ τούτων ἕνα σφάττουσιν Διογένην καὶ μετ᾽ αὐτὸν ἄλλους ἐπ᾽ ἄλλοις, [411] ἕως οὗ οἱ δυνατοὶ παρελθόντες εἰς τὸ βασίλειον καὶ μετ᾽ αὐτῶν Ἀριστόβουλος, ἐῴκει γὰρ τοῖς γινομένοις δυσανασχετῶν καὶ δῆλος ἦν, καθάπαξ εἰ ἀφορμῆς λάβοιτο, μὴ ἐπιτρέψων τῇ μητρί, ἀνεμίμνησκον ὅσα κατώρθωσαν τοσούτοις κινδύνοις, δι᾽ ὧν τὸ βέβαιον τῆς ἐν σφίσι πίστεως πρὸς τὸν δεσπότην ἐπεδείξαντο, ἀνθ᾽ ὧν ὑπ᾽ αὐτοῦ μεγίστων ἠξιώθησαν. [412] καὶ ἐδέοντο μὴ ἄχρι τοῦ παντὸς ἔμπαλιν τρέψαι σφίσι τὰς ἐλπίδας: ἀποφυγόντας γὰρ τὸν ἐκ πολεμίων κίνδυνον ἐν τῇ οἰκείᾳ ὑπ᾽ ἐχθρῶν δίκην βοσκημάτων κόπτεσθαι μηδεμιᾶς τιμωρίας οὔσης. [413] ἔλεγόν τε ὡς, εἰ μὲν ἀρκεσθεῖεν τοῖς ἀνῃρημένοις οἱ ἀντίδικοι, διὰ τὸ πρὸς τοὺς δεσπότας γνήσιον μετρίως οἴσειν τὰ ξυμβάντα, εἰ δ᾽ αὖ μέλλοιεν ταὐτὰ μετιέναι, ᾐτοῦντο μάλιστα μὲν δοθῆναι σφίσιν ἀπαλλαγήν: οὐδὲ γὰρ ἂν ὑπομεῖναι χωρὶς αὐτῆς πορίσασθαι τὸ σωτήριον, ἀλλ᾽ ἀσμενίζειν θνήσκοντες πρὸς τοῖς βασιλείοις, ὡς μὴ συγγνοῖεν ἀπιστίαν αὐτοῖς. [414] αἶσχός τε εἶναι σφίσι τε καὶ τῇ βασιλευούσῃ, εἰ πρὸς αὐτῆς ἀμελούμενοι ὑπὸ τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἐκδεχθείησαν: ἀντὶ παντὸς γὰρ τιμήσεσθαι Ἀρέταν τε τὸν Ἄραβα καὶ τοὺς μονάρχους, εἰ ἀποξενολογήσειεν τοσούσδε ἄνδρας, οἷς ἦν τάχα που φρικῶδες αὐτῶν καὶ τοὔνομα τὸ πρὶν ἀκουσθῆναι. [415] εἰ δὲ μή, τό γε δεύτερον, εἰ τοὺς Φαρισαίους αὐτῇ προτιμᾶν ἔγνωσται, κατατάξαι ἕκαστον αὐτῶν ἐν τοῖς φρουρίοις: εἰ γὰρ ὧδε δαίμων τις ἐπενεμέσησεν τῷ Ἀλεξάνδρου οἴκῳ, αὐτούς γε μὴν ἂν ἀποδεῖξαι καὶ ἐν ταπεινῷ σχήματι βιοτεύοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: