Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡμῶν ἣκιστα περὶ τὰς ἰσηγορίας 1 αὐτοσχέδιος ὢν καὶ κεχρημένος ἀεὶ κρατιστεύουσιν ἵπποις ἔλεγε τοὺς ὑπὸ λύκων ἐπιχειρηθέντας ἐν πώλοις, ἄνπερ ἐκφύγωσιν, ἀγαθοὺς μὲν ἀποβαίνειν καὶ ποδώκεις, καλεῖσθαι δὲ λυκοσπάδας. ταῦτα δὲ πλειόνων αὐτῷ μαρτυρούντων, ἀπορίαν αἰτίας παρεῖχε, δι᾽ ἣν τὸ σύμπτωμα τοῦτο θυμικωτέρους καὶ γοργοτέρους ποιεῖ τοὺς ἵππους. καὶ ὁ μὲν πλεῖστος ἦν λόγος τῶν παρόντων, ὅτι φόβον τὸ πάθος οὐ θυμὸν ἐνεργάζεται τοῖς ἵπποις, καὶ γιγνόμενοι ψοφοδεεῖς καὶ πρὸς ἅπαν εὐπτόητοι τὰς ὁρμὰς ὀξυρρόπους καὶ ταχείας ἴσχουσιν, ὥσπερ τὰ λινόπληκτα τῶν θηρίων. ἐγὼ δὲ σκοπεῖν ἔφην χρῆναι, μὴ τοὐναντίον ἐστὶ
1 ἰσηγορίας] προσηγορίας Herwerdenus. fort. ἱστορίας cf. p. 642 d. 664 c
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.