ἔφασαν ‘ὑπέρφλοια’ λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν: τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι ‘φλοίειν’ ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν Ἀντίμαχον 1 οὕτω πως ‘φλοίουσαν ὀπώραις’ εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν: ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα
καὶ τὰ μὲν ἔρρωσεν 2, τῶν δὲ 3 φλόον ὤλεσε πάντα,τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν ‘φλόον’ προσαγορεύειν 4 εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ‘ὑπέρφλοιον’ αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι.