ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν: ἔπειτα παυσαμένου, ‘τῶν Ὁμηρικῶν’ ἔφη ψυχῶν 1 ‘ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, [p. 371] ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν 2 Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται: τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,
ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνειακαὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ ’
οἴῳ πεπνῦσθαι